Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.5.1724
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
καὶ Ἰωάννης ὁ καὶ Καττᾶς λεγόμενος αὐλιζόμενος ἐν τῷ μοναστηρίῳ Παμπάνης, τὰ νῦν δὲ ἐν τῇ Συήνῃ εὑρεθεὶς ὁ καὶ ἀναδεχόμενος τὴν γνώμην καὶ τὴν πίστιν τῆς ἀφήλικος Τσίας ἀδελφῆς τῆς προγεγραμ μένης Τσώνης ἐκ τῶν αὐτῶν γονέων οἱ καὶ ἑξῆς ὑπογραφέα παρέ χοντες τὸν ὑπὲρ αὐτῶν ὑπογράφοντα καὶ μάρτυρας τοὺς ἑξῆς μαρ τυροῦντας ταύτῃ τῇ βεβαίᾳ πράσει Αὐρηλίῳαυρηλια Πατερ μουθίῳ υἱῷ Μηνᾶ καὶ τῇ τούτου εὐνουστάτῃ συμβίῳ Αὐρηλίᾳ Κακὼ θυγατρὶ Ἰακώβου ἐκ μητρὸς Ταπίας ὁρμωμένοις ἀπὸ τῆς αὐτῆς Συήνης χαίρειν. ὁμολογοῦμεν ἡμεῖς οἱ προγεγραμμένοι Τσώνη καὶ Ἰωάννης ὑπὲρ ὀνόματος Τσίας τῆς καὶ Τσέρης λεγομένηςλεγομενους διὰ τὸ νέον τῆς ἡλικίας διὰ ταύτης ἡμῶν τῆς ἐγγράφου ὠνιακῆς ἀσφαλείας ἑκόντεςἑκούντες καὶ πεπεισμένοι ἄνευ παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς καὶ οἱασδήποτε κακονοίας καὶ κακοηθείας καὶ παντὸς ἐλαττώματος καὶ φαύλου διανοήματος καὶ πάσης νομίμου περιγραφῆς ἅμα δὲ ὁμνύμενοι κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος καὶ νίκης καὶ διαμονῆς τῶν γαληνοτάτων καὶ τροπαιούχων ἡμῶν δεσποτῶν Φλαυΐων Τιβερίου καὶ Αἰλίας Ἀναστασίας τῶν αἰωνίων Αὐγούστων καὶ Αὐτοκρατόρων πεπρακέναι ὑμῖνμιν σήμερον καὶ καταγεγραφηκέναι νόμῳ πράσεως καὶ αἰωνίᾳ κατοχῇ καὶ παντὶ πληρεστάτῳ δεσποτείας δικαίῳ τὸ ὑπάρχον ἡμῖν μέρος οἰκίας ἀπὸ τῆς οἰκίας λεγομένης Πατεχνουμίου τοῦ προπάππου ἡμῶν ἐν ᾧ τῷ αὐτῷ μέρει οἰκίας ἐν μὲν πρώτῃ στέγῃ κελλίον ἓν ἐν τῷ πυλῶνιπυλο͂νι neῦον ἐπὶ βορρᾶ καὶ τὸ ἐπάνω αὐτοῦ συμπόσιον νεῦον ἐπὶ βορρᾶ εἰς τὴν παραδρομίδα τοῦ πεσσοῦ, ἐν δευτέρᾳ στέγῃ καὶ τὸ μικρὸν δῶμα ἐπάνω τοῦ αἰθρίου νεῦον ἐπʼ ἀπηλιώτην εἰς τὴν μικρὰν αἴθραν καὶ τὸ τρίτον μέρος ἡμῶν ἀπὸ τοῦ ἄλλου μικροῦ δώματος ἐπάνωθεν τοῦ ἀκκουβίτου Ἰακώβου Πασαράϊτος, σοῦ δὴ πατρὸς Κακὼ καὶ σοῦ δὴ Παθερμουθίου πενθεροῦ, καὶ τὸ τρίτον μέρος ἀπὸ πάντων τῶν συγκυρούντων χρηστηρίων τοῦ τε προθύρου καὶ πυλῶνοςπυλο͂νος καὶ πεσσοῦ καὶ ἡμικλιβάνου πρὸς τὴν μέχρι νῦν κρατήσασαν νομήν τε καὶ δεσποτείαν, γείτονες δὲ τῆς ἁπάσης οἰκίας ἀφʼ ἧς πεπράκαμεν ὑμῖν τὸ αὐτὸ ἡμῶν μέρος εἰσὶν οὕτως· νότου ἡ οἰκία Δίου Κελώλ, βορρᾶ ἡ δημοσία λαύρα εἰς ἣν ἠνέῳκται ἡ αὐθεντικὴ θύρακύραθυρα, λιβὸς ἡ οἰκία Δίου Τακαρῆς, ἀπηλιώτου ἡ οἰκία Πατεροοῦτος οἷοι δʼ ἂν ὦσι γείτονες πάντῃ πάντοθεν ἐκ τετραγώνου καὶ τετραπλεύρου, καθὼς ὑπηγορεύσαμεν ἡμεῖς οἱ ἀποδόμενοι ἐν στόματι τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης ἐπὶ συμφώνοις ἀπαραβάτοις χρυσοῦ νομισματίων δέκα ζυγῷ Συήνης, γίνεται χρυσοῦ νομισμάτια ι ζυγῷ Συήνης, ἥνπερ τὴν ἐγκειμένην τελείαν τιμὴν αὐτόθι ἀπεσχηκότες παρʼ ὑμῶν τῶν ὠνουμένων διὰ χειρὸς εἰς χεῖρα ἡμῶν ἀριθμῷ καὶ σταθμῷ πλήρει καὶ βεβαιώσωμεν ὑμῖν τὴν πρᾶσιν πάσῃ βεβαιώσει διὰ παντὸς καὶ ἀπὸ παντὸς τοῦ ἐπελευ σομένου ὑμῖν κινδύνῳ ἡμῶν καὶ πόρῳ τῆς μετρικῆς ἡμῶν ὑποστάσεως τῆς καὶ ἐνεχομένης εἰς ἀποσόβησιν καὶ καθαροποίησιν ταύτης ἡμῶν τῆς παρούσης βεβαίας πράσεως καὶ ἐφʼ ᾧ ὑμᾶς ἀπεντεῦθεν τοῦ αὐτοῦ τρίτου μέρους κυριεύειν καὶ δεσπόζειν καὶ πωλεῖν καὶ μετα πωλεῖν καὶ οἰκεῖν καὶ κατοικεῖν καὶ οἰκοδομεῖν καὶ ἐποικο δομεῖν, κτᾶσθαι, χρᾶσθαι παντὶ ἀρέσκοντι ὑμῖν τρόπῳ ἀνεπικωλύτως καὶ ἀνεμποδίστως τινὸς τῶν ἐκ ὀνό ματος ἡμῶν ἢ κατὰ γένος ἀγχιστεύοντος μὴ δυνησομένου καιρῷ πώποτε ἢ χρόνῳ ἐπιφυῆναι ὑμῖν ἢ δίαιταν καθʼ ὑμῶν κινῆσαι διὰ τὸ ἡμᾶς δεδέχθαι καὶ πεπλη ρῶσθαι τῆς ἐγκειμένης τιμῆς. εἰ δὲ ὅπερ ἀπείηἀπει ἀσθενή σωμεν περὶ τὴν ἀποσόβησιν καὶ καθαροποίησιν ταύτης ἡμῶν τῆς βεβαίας πράσεως ἐφʼ ᾧ ἡμᾶς ἐπιγνῶναι τὴν ἐγκειμένην τιμὴν ἐν διπλῷ μετὰ καὶ τοῦ ἐπάναγκες ἐρρῶσθαι τὴν παροῦσαν βεβαίαν πρᾶσιν ἥνπερ ἐθέμεθαἐθεμην ὑμῖν κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἀρραγῆ καὶ ἀσάλευτον καὶ ἔννομον ἁπανταχοῦ προφερομένην μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶν ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρούντων καὶ εἰς τὰ προγεγραμμένα πάντα ἐπερωτηθέντες οὕτως ἔχειν ὡμολογήσαμεν καὶ ἀπε λύσαμεν. Αὐρηλία Τσώνη θυγάτηρ Ῥαχὴλ ἐκ πατρὸς Ἄπα Δίου ὁρμωμένη ἀπὸ Συήνης μετὰ καὶ τοῦ κυρίου αὐτῆς ἀνδρὸς Αὐρηλίου Ἰσακίου υἱοῦ Κωσταντίου τοῦ καὶ συναινοῦντοςσυνενοῦντος καὶ συνευδοκοῦντος αὐτῇ καὶ Ἰωάννης ὁ καὶ Καττᾶς λεγόμενος αὐλιζόμενος ἐν τῷ μοναστηρίῳ Παμπάνης, τὰ νῦν δὲ ἐν τῇ Συήνῃ εὑρεθεὶς ὁ καὶ ἀναδεχόμενος τὴν γνώμην καὶ τὴν πίστιν τῆς ἀφήλικος Τσέρης ἀδελφῆς τῆς προκειμένης Τσώνης ἐκ τῶν αὐτῶν γονέων πεπρακέναι ὑμῖν σήμερον τὸ ὑπάρχον ἡμῖν μέρος οἰκίας ἀπὸ οἰκίας γενομένης Πατεχνουμίου τοῦ προπάππου ἡμῶν καὶ ἀπεσχήκαμενπεσχήκαμεν τὴν τελείαν τιμὴν ἐν χρυσοῦ νομισματίοις δέκα καὶ στοιχεῖ ἡμῖν πάντα τὰ ἐγγεγρ αμμένα ὡς πρόκειται. Ἰωάννης Ἀβρααμίου ἐλάχιστος πρεσβύτερος τῆς τοῦ Θεοῦ ἁγίας ἐκκλησίας Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν ἐν δημοσίῳ τόπῳ γράμματα μὴ εἰδότων. Φλαύιος Διὼψ Ἀλεξάνδρου στρατιώτης ἀριθμοῦ Σήνης μαρτυρῶ. Φλαύιος Ἁτρῆς Πέτρου στρατιώτης λεγεῶνος Συήνης καὶ ἀπὸ βικαρίωνβικαριανῶν μαρτυρῶ. Φλαύιος Ἰωσὴφ Ἑρμεία στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. Φλαύιος Ἁτρῆ Μάρκου αὐγουστάλιοςἀγουταλιο ἀριθμοῦ Συήνης μαρτυρῶ. Φλαύιος Μακάριος υἱὸς Ακ στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῶν θεμένων. Φλαύιος Μουσαῖος Ἰωάννου ἀριθμοῦ Συήνης μαρτυρῶ. διʼ ἐμοῦ Θεοφίλου ἐλαχίστου διακόνου ἐγένετο.Cross-references (3)
- TM-Text 19740 primary
- DDbDP-Text p.lond;5;1724 tier-1
- HGV-Text 19740 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.