Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.5.1722
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
μετὰ τὴν ὑπατείαν Φλαουίου Δεκίου τοῦ μεγαλοπρεπεστάτουτοῦ δεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου Φαμενὼθ α τῆς ὀγδόηςτῆς ἕκτης ἰνδικτίονος ἐν Συήνῃ. Αὐρήλιοι Ἰακὼβ ἐκ πατρὸς Παεῖτος Ῥωβὴν μητρὸς τὸ ἐπιτήδευμα καὶ ἡ τούτου γαμετὴ Τσενδία ἐκ πατρὸς Σούρτου μητρὸς Τουωτε ἀμφότεροι καταμένοντεςκαταμένοστες ἐν Συήνῃ παρέχοντες ὑπὲρ αὐτῶν ὑπογραφέα καὶ μάρτυρας τοὺς ἑξῆς ὑπογράφοντας Φλαουίῳ Ἰακώβῳ υἱῳ Ἰσακίου μητρὸς Τλούδος τυμπανάριος τοῦ ἀριθμοῦ Συήνης καὶ ἀπὸ Συήνης χαίρειν. ὁμολογοῦμεν ἑκουσίῳ καὶ ἀμετανοήτῳ γνώμῃ καὶ ἀδόλῳ προαιρέσει καὶ εἰλικρινεῖ συνειδήσει κατὰ τήνδε τὴν ἁπλῆν ἔγγραφον ἀσφάλειαν πεπρακέναι σοι σήμερον καὶ καταγεγραφέναι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ καὶ ἑξῆς ἅπαντα χρόνον τὴν ὑπάρχουσαν ἡμῖν οἰκίαν ἐξ ὁλοκλήρου ἀπὸ ἐδάφους ἕως ἀέρος διακειμένην ἐπὶ τῆς αὐτῆς Συήνης περὶ τὸ νοτίνον μέρος τοῦ Φρουρίου καὶ περὶ λαύραν τῆς παρεμβολῆς καὶ τῆς οἰκίας Παπνουθίου Μαύρου καὶ τοῦ καμηλῶνοςκαμηλο͂νος τῆς βασταγῆς τῶν Φίλων ἐλθοῦσαν εἰς ἡμᾶς ἀπὸ δικαίου ἀγορασίας παρὰ Ἀβρααμίου καὶ Ἀλάμμονος υἱῶν Παύλου Οὐρανίου καὶ εἰς αὐτοὺς ἀπὸ κληρονομικοῦ δικαίου τοῦ ἀναπαυσαμένου πατρὸς αὐτῶν Παύλου Οὐρανίου καὶ εἰς αὐτὸν ἀπὸ δικαίου κληρονομίας τῶν γονέων αὐτοῦ ἐν ᾗ τῇ ἁπάσῃ οἰκίᾳ ἐν μὲν πρώτῃ στέγῃ κελλία δύο ἓν μὲν νότινον μέγα νεῦον εἰς βορρᾶ εἰς τὸντο προσπαρακείμενον πυλῶναπυλο͂να, ἄλλο δὲ ἀπηλιωτικὸν νεῦον εἰς λίβα εἰς τὸντο πυλῶναπυλο͂να καὶ τὸ ὑποπέσσιον ἤτοι τχρηρε, ἐν δὲ τῇ δευτέρᾳ στέγῃ συμπόσια δύο , ἓν μὲν νεῦον εἰς βορρᾶ, ἄλλο δὲ νεῦον εἰς λίβα εἰς τὸντο πεσσὸν μετὰ καὶ τῶν ἐπάνω αὐτῶν δύο συμποσίωνσυμποσια ἀσκεπάστωνἀσκεπαστα ἐν τῇ τρίτῃ στέγῃ ἕως ἀέρος καὶ ὁ πεσσὸς ἀπὸ ἐδάφους ἕως ἀέρος· εἰσὶ δὲ γείτονες αὐτῆς νότου ῥύμη δημοσία μεθʼ ἣν οἰκία Δίου Ταγαρίας, βορρᾶ οἰκία νῦν Δίου Ἰσακίου τοῦ καὶ Ποσίου, ἀπηλιώτου οἰκία Πετεροοῦτος Μαρτυρίου καὶ ΤηρουτήρουοςΤηροῦ Τήρονος γαμετῆς αὐτοῦ, λιβὸς ῥύμη δημοσία εἰς ἣν νεύει ἡ αὐθεντικὴαυθεντικης αὐτῆς θύρα ἁπαξαπλῶς ἀκολούθως τῇ γεγενημένῃ ἡμῖν περὶ τούτου πράσει ἥνπερ σοι ἐξεδόμεθα σοι εἰς πλεώ τεραν σοῦ ἀσφάλειαν ἢ οἳ ἂνἐὰν ὦσι γείτονες πάντῃ πάντοθεν καθὼς ὑπηγορεύσαμεν ἡμεῖς οἱ ἀποδόμενοι καὶ οὐδὲν ἡμῖν ὑπολέλειπται ἄπρατον ἐν τῇ προδεδηλουμένῃ οἰκίᾳ τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης χρυσοῦ δοκίμου νομισματίων παλαιοχαράκτων εὐστάθμων δεκαοκτώ, γίνεται χρυσοῦ νομισμάτια ιη, — ἥνπερ τελείαν τιμὴν αὐτόθι ἀπεσχήκαμεν παρὰ σοῦ τοῦ ὠνουμένου ἡμεῖς οἱ πεπρακότες ἐν τῇ ἐνεστώσῃ ἡμέρᾳ διὰ χειρὸς εἰς χεῖρα ἡμῶν ἐπὶ τῆς αὐτῆς Συήνης ἀριθμῷ καὶ σταθμῷ πλήρη πρὸς τὸ ἐντεῦθέν σε τὸν ὠνούμενον τῆς προδεδηλουμένης οἰκίας ἐξ ὁλοκλήρου ἀπὸ ἐδάφους ἕως ἀέρος κυριεύειν καὶ δεσπόζειν καὶ διοικεῖν καὶ οἰκονομεῖν καὶ οἰκοδομεῖν καὶ πωλεῖν καὶ χαρίζεσθαι καὶ τέκνοις καὶ ἐγγόνοις διατάσσειν καὶ ἐπιτελεῖν τὰ περὶ αὐτῆς τρόπῳ ᾧ ἐὰν αἱρῇ ἀκωλύτως καὶ ἀνεμποδίστως καὶ μὴ ἐγκαλεῖν σοι μήτʼ ἐγκαλέσειν μήθʼ ἕτερόν τινα τῶν ἐξ ἡμῶν ὀνόματος ἐν μηδένι καιρῷ κατὰ μηδένα τρόπον ἀφορμῇ μηδεμιᾷ διὰ τὸ ὡς προείπομεν ἀπεσχηκέναι ἡμᾶς παρὰ σοῦ τελείαν τὴν προγεγραμμένην τιμήν, τὸν δὲ ἐγκαλέσοντά σοι ἢ καὶ ἀντιποιησόμενον περὶ τῆς προδεδηλουμένης οἰκίας ἐκ ὁλοκλήρου ἀπὸ ἐδάφους ἕως ἀέρος ἢ μέρους αὐτῆς ἡμεῖς οἱ πεπρακότες ἀποστήσομεν καὶ καθαροποιήσομεν σοι ἰδίοις ἡμῶν ἀναλώμασι καὶ ἐξεδόμεθα σοι τήνδε τὴν πρᾶσιν κυρίαν οὖσαν καὶ βέβαιαν ἐφʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶν ὑπογράφοντος καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν καὶ ἀπελύσαμεν. Αὐρήλιοι Ἰακὼβ Παεῖτος Ῥωβὴν καὶ ἡ τούτου γαμετὴ Τσενδία Σούρτου οἱ προκείμενοι πεπράκαμεν τὴν προκειμένην οἰκίαν ἐξ ὁλο κλήρου ἀπὸ ἐδάφους ἕως ἀέρος καὶ ἀπεσχήκαμεν παρὰ σοῦ τὴν προγεγραμ μένην τιμὴν ἐνἐ νομισματίοις δεκαοκτὼ καὶ βεβαιοῦμεν τὴν πρᾶσιν ὡς πρόκειται. Φλαύιος Φώτις Θαλασίου ΑὐγουστάλιοςἈγουστάλιος λεγεῶνος Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Αὐρήλιος Ἰακὼβ Ψεννησίου ἀπὸ Συήνης μαρτυρῶμαρτηρῶ. Φλαύιος Δίδυμος Σιλβανοῦ ἀπὸ βικαρίων βικαριανῶν μαρτυρῶ. Φλαύιος Παπνούθις Δίου στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ. Φλαύιος Ἰωάννης Πααμ στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ. Φλαύιος Μακάριος Ἰσακίου στρατιώτης στρατιώτης λεγεῶνος Συήνυς μαρτυρῶ. Φλαύιος Ἀβραὰμ Στεργορίου ἀπὸ ἀκτουαρίων λεγεῶνος Φιλῶν μαρτυρῶ . Φλαύιος Μακάριος Ποσίου στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ. Φλαύιος Παείων Ψαχώτος στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ. Φλαύιος ἈβραάμιοςἈβραάμις Παμητ κεντυρίων λεγεῶνος Συήνης ἐσωμάτισα.Cross-references (3)
- TM-Text 19738 primary
- DDbDP-Text p.lond;5;1722 tier-1
- HGV-Text 19738 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.