no image
DDbDP-text
[r]
Εὔπολις Φίλωνι χαίρειν.
γράφεις μοι ἐπισκεψάμενον
περὶ ὧν ἐγκαλεῖ Διομέδων Καλᾶι καὶ μάλιστα μὲν πειραθῆναι αὐτοὺς διαλῦσαι ἐπὶ τῶν
τόπων, εἰ δὲ μή, ἀποσταλῆναι αὐτὸν πρὸς σέ. προσηξίωσε δὲ καὶ ὁ Διομέδων
παραγγελῆναι καὶ τῶι Ἀκολλούθωι. ἀνακληθεὶς οὖν
Καλᾶς τέτακται συναντήσεσθαι πρὸς σὲ
τῆι κε τοῦ Χοίακ μηνός.
ὡσαύτως δὲ καὶ τῶι Ἀκολλούθωι παρηγγείλαμεν
συναντᾶν πρὸς σέ.
ἔρρωσο. ἔτους θ Χοίακ κδ.
[v]
Φίλωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.