no image
DDbDP-text
[r]
Λεωδάμας Λυσιμάχωι
χαίρειν.
ὡς ἂν λάβητε τὴν ἐπιστολὴν παραγίνεσθε
ἵνα τὸν ἐν Σέφθαι σῖτον
μεταβάλησθε πρὸ τοῦ
το…το ἐμβαλεῖν,
καὶ εἴ τι κερμάτιον
λελογεύκατε φέρετε εὐθέως. καὶ τὰ
λοιπὰ πειρᾶσθε
συνάγειν, καὶ μὴ
ὑπολιμπάνεσθε,
καὶ τὸν παρὰ Φίλωνος
σῖτον ὅπως μηθὲν
ὑπολείψεσθε ἐν αὐτῶι ἀλλὰ πάντα παραμετρήσασθε. καὶ ὅπως
μὴ λογεύσετε παρευρέσει
[v]
μηδεμιᾶι τὸ αρ…[…]ικὸν
καὶ ἱππιατρικόν, ἀλλʼ εἴ
τι λελογεύκατε καταχωρίσατε εἰς τὸ χωματικόν. ἔρρωσο.
ἔτους κη Χοίαχ.
Λυσιμάχωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.