no image
DDbDP-text
[r]
Λεωδάμας Λυσιμάχωι χαίρειν. Δημητρίου τοῦ τοῦ Παρμενίωνος υἱοῦ σύνταξον τοὺς
καρποὺς πάντας συνεχές, ὡσαύτως δὲ καὶ τῶν
ἄλλων τῶν […]τ[…]εκαι[…],
συντέτακται γὰρ ἤδη
ἕως τοῦ Πανήμου μηνός,
ὡσαύτως δὲ καὶ τῶν λοιπῶν ἕως τοῦ ἀριθμοῦ,
θερίζειν δὲ καὶ ἀμᾶν
καὶ λεπταγίοις υντας…
…[…]αν οἷς καθηκας. εἰ δέ
τις πυρὸς παρέστηκεν καθαρὸς παρʼ ᾡτινιοῦν ἀποδοῦ ἵνα τιμὴν[…]…ρ…[…]…
σωμεν τῶν γινομένων
τῶν ἐπανάγκων, τῶν
δὲ λοιπῶν μ[…]…αχρου,
χρεία γάρ ἐστιν μα…ικου.
καὶ ὄλυραν δὲ καὶ κριθὴν
ἑτοίμαζε ἵνα παραμετρήσωμεν εἰς τὸ βασιλικὸν.
καὶ τοὺς μόσχους τοὺς παρὰ Φίλωνος τοῦ Λυσανίου καὶ
τὸν παρὰ Φίλωνος καὶ Σποκέους εἰ μὲν ἀπέσταλκας εἰς
Δικωμίαν, εἰ δὲ μὴ ἀπόστειλον τ…ν ἤδη ἵνα
ἀποδοθῶσιν Λυκομήδῃ,
οὕτω γὰρ συντέταχεν.
καὶ τὴν ἐπιστολὴν ἀπόστειλον Δημητρίωι
ἐν τάχει ἵνα μὴ παῖς
ἀποσταλῇ. ἔρρωσο.
ἔτους κθ Μεχεὶρ κ.
[v]
Λυσιμάχωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.