Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.hamb.1.27

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ος Ζήνωνι χαίρειν. ἔγραψάς μοι περὶ Πτολεμαίου τοῦ κληρούχου, ὅτι ἐμοὶ αὐτὸν ἀποσυστήσαις, ὅπως κατασ τήσω ἐπʼ ἐμὲ Πτολεμαῖον τὸν γενηματοφύλακα κληροῦχον, ὅπως τὰ δίκαια αὐτῶι ποιήσηι. συνέβη οὖνοὖμ μοι ἐνοχληθῆναι ἐνἐμ Φιλαδελφείαι ὥστε ἀσχολίαν με ἔχειν τῆι ἡμέραι ἐκείνηι. ὁ δὲ Πτολεμαῖος ἔφη συνεστάσθαι Ἄνδρωνι περὶ τῆς τιμῆς τῶν π ἀρταβῶν. περὶ δὲ Ἄνδρωνος, ἐνωχλήθη καὶ ἐκεῖνοςκακεινος, καὶ ἀπῆλθεν εἰς τὴν Κοίτην. τῆι δὲ ἐφαύριον αὐτὸν ἐπεζήτουν καὶ οὐχ ηὕρισ κον ἐν Φιλαδελφείαι. ἠρώτων οὖν Πτολεμαῖον τὸν γραμματέα καὶ οὐκ ἔφη εἰδέναι, τὴν δὲ τιμὴν οὔπω ἐκεκόμιστο οὐδὲ πάντως συνεγέγραπτο. λαβὼν δὲ παρὰ σοῦ χαλκὸν εἰς ξυλάμησιν ἐπαγομένων β ἀπῆλθον ἐπὶ τὸ Ἰσιεῖον καὶ ἐπο ρεύθην εἰς τὴν Κοίτην πυνθανόμενος αὐτοῦ ὅτι ἀπῆλθεν οὐ συγγραψάμενος οὐδὲ τῶν πυρῶν τὴν τιμὴν κομισά μενος ι καὶ ἅμα ὅτι πρὸς Ἰάσονά ἐστιν αὐτῶι περί τε τῆς τιμῆς καὶ τοῦ λοιποῦ ἐκφορίου. ἔφη οὖν ὡς ἂν ῥαίσηι πα ραγενήσεσθαι εἰς Φιλαδέλφειαν ἐπὶ τὸ ἀργύριοντἀργύριον. οὐκ ἔτι οὖν παρέλαβένπαρέλαβέμ με, ἀλλʼ ἔλαθένἔλαθέμ με κομισάμενος. καὶ ἀπελθὼν κατὰ τὴν παρὰ σοῦ ἐπιστολὴν ἐπορεύθην πρὸς τὸν Φίλωνα εἰς τὴν Κοίτην καὶ ἐνέτυχον αὐτῶι περὶ τούτων. ἦν οὖν καὶ ἐκέλευεν τὸν Πτολεμαῖον παραγενέσθαι. ἔστιν γὰρ τὸ γένημα αἱ ρ τῶν κριθῆς ἀρταβῶν καὶ αἱ κ τῶν πυροῦ ἀρταβῶν. ὅσα δὲ ὀφείλεται ἐκεῖ ἐν τῆι Κοίτηι, ἔφη παρέξεσθαιπαρέξεθαι αὐτῶι τοῦ αὐτοῦ γενήματος καὶ ἅμα καὶ περὶ τῶν σθαι. γίνωσκε δέ με παρὰ Ὀννώφριος εἰληφότα τὰ ζεύγη ἐχθὲς ὀψέ, ὥστε εἰς τὴν σήμερον ἐργάζεσθαι, ζεύ γη δὲ πάντα, ἐάν τι αὐτῶν ἐγλιμπάνηι, διαδέχεσθαι. συναπέσταλκενσυναφέσταλκεν δὲ καὶ γεωργοὺς γ, οἷς κελεύει ἐμὲ τοὺς μισθοὺς δοῦναι. ἀπόστειλον οὖνοὖμ μοι χαλκοὺς εἰς τοῦτο· εἰ δέ σοι φαίνεται, καλῶς ποιήσεις ἀποστείλαςἀποστέλας δραχμὰς η, ὅπως δώ σω ὑπὲρ γεωργῶν· εἰσὶνεισεν γὰρ εἰς ιβ ἀρούρας τῶν δ δραχμῶν τῶι μισθίωι. χόρτονχόρτογ γὰρ ἡμῖν οὐκ ἔδωκεν ἡμῖν Ὀννῶφρις ἀλλʼ ἢ τεσσερά κοντα ἀρτάβας τῶν υ ὧν ἔγραψας αὐτῶι, ὥστε λυσιτελεῖ μισθώσασθαι ἢ χορτάσματα ζητεῖν. ἀπόστειλον δὲ ἡμῖν τὰς ἀρτάβας τῶν πυρῶν· οὐ γὰρ ἔχομεν ἀλλʼ ἢ ἡμερῶν β σπέρμα. παρεγενόμην δʼ ἂνεν καὶ ἐγὼ πρὸς σὲ, ἀλλʼ ἐνοχλού μενος πρὸς τῶι σπόρωι εἰμί. γράψον οὖνοὖμ μοι περὶ τούτων ὥς σοι φαίνεται. ἔρρωσο. ἔτους λϛ Φαῶφι κϛ. ἔτους λϛ Φαῶφι κϛ. ος Ζήνωνι.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.