no image
DDbDP-text
Beglaubigte Abschrift eines griechisch beeinflußten römischen Sklavenkaufes via HGV-meta
Linked by Trismegistos ID
TM 21048.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον ὠνῆς· Φλαούϊος Ἡρώδης ἐπρίατο παρὰ τοῦ δεῖνος δουλικὰ σώματα δύο δορατόκτητα, , ὡς ἐτῶν λη ἄσημον, καὶ τιμῆς τῆς ὁρισθείσης ἀργυρίου δραχμῶν χιλίων τετρακοσίων , βεβαιοῦντος καὶ τῇ ἰδίᾳ πίστει κελεύοντος Γαΐου Ἰουλίου Σατουρνείνου ὑγιῆ ἐκ διατάγματος, χωρὶς ἱερᾶς νόσου καὶ ἐπαφῆς ε ῃ τότε ἁπλοῦν τὸ χρῆμα χωρὶς παρανγελίας καλῶς δίδοσθαι πίστει ἐπερώτησεν Φλαούϊος Ἡρώδης καὶ πίστει δοῦναι ὡμολόγησεν ὁ δεῖνα, βεβαιοῦντος καὶ τῇ ἰδίᾳ πίστει εἶναι κελεύοντος Γαΐου Ἰουλίου Σατουρνείνου. ἡ ὠνὴ ἐγένετο ἐν τῆς Θηβαΐδος ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ . ὁ δεῖνα πέπρακα τὰ δουλικὰ σώματα δύο δορατόκτητα καὶ παρέδωκα αὐτὰ Φλαουΐῳ Ἡρώδῃ καὶ ἀπέχω παρʼ αὐτοῦ διὰ χειρὸς ἐξ οἴκου τὴν ὁρισθεῖσαν αὐτῶν τιμὴντειμὴν ἀργυρίου δραχμὰς χιλίας τετρακοσίας καθὼς πρόκειται. ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ Τίτος Φλαούιος Σευῆρος ἐσφράγισα. Τίτος Φλαούϊος Καπίτων ἐσφράγισα. Μᾶρκος Παπείριος Μάρκου υἱὸς ἐσφράγισα. Λονγῖνος Οὐάλης οὐετρανὸς ἐσφράγισα. Γάιος Ἰούλιος Σατορνεῖλος ἱππεὺς ἴληςεἴλης ἐξείληφα τὸ προκείμενον ἀντίγραφον καὶ βεβαιῶ καὶ τῇ ἰδίᾳ πίστει εἶναι κελεύω καθὼς πρόκειται. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ ΣεβαστοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.