no image
DDbDP-text
[fragment A]
…ις αὐτοὶ καθα…[…]
καὶ ἀπολελύμεθα τῆς λοιπῆς ὀχληρίας ἧς ἐκτὸς τῆς ἀποδείξεως
τῶν πραγμάτων παρηνωχλούμεθα
πρὸς ταῖς ἐκείνων ἐπιμελείαις ὄντες
καὶ πρὸς τῶι ἐξαρεσκεύεσθαι αὐτοῖς.
διὸ ἀξιῶ ὑμᾶς μνησθέντας τῆς
ὕβρεως τῆς ὑπʼ ἐκείνων συντελουμένης καὶ τοῦ περισπασμοῦ
[…]…[…]…
[…]…
[fragment B]
ἐλαϊκὴν δὲ συστρέφειν ἕκαστον
τῶν ἐλαιοπωλῶν, καὶ συνηναγκάσθην ὅτι πλεῖστον ἔλαιον διατίθεσθαι.
καὶ γὰρ αἱ ἑορταὶ αἱ μέγισται αἱ ἐν
τῶι ἐνιαυτῶι εἰσιν ἐν τῶι μηνὶ
τούτωι, καὶ μάλιστα ὁρῶ ἀργύριον
πεσούμενον ἀπὸ τῆς ἐλαϊκῆς, ἐὰν
αὐτοὺς ἐπιστρέψωμεν.
ἔρρωσθε. ἔτους λϛ Μεσορὴ ια.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.