no image
DDbDP-text
[… ? lines lost …]
ἀπέστειλα πρὸς σὲ
ὅπως ἂν παραγενόμενος συνσταθῇς Πάριτι
ἵνα μετρήσῃς
αὐτῶι τὰς π ἀρτάβας
τοῦ ἀράκου, ἐγὼ
γὰρ ὅρκον συγγέγραμμαι μετρῆσαι τῆι τετράδι πυρῶν ἀρτάβας ρ ?.
ἐπεὶ οὖν οὐκ ἐξέσται σοι σήμερον
μετρεῖν καλῶς
ἂν ποιήσαις παραγενόμενος εἰς ς[…]
[…] τῆι ε ἵνα
μετρήσῃς τοῦ
ἀράκου τὰς π ἀρτάβας
Πάριτι, εἰ δὲ μὴ
μετρήσεται μὲ
[…]οτι
τῶι ὅρκωι ἔνοχον
εἶναι καὶ εἰσπράσσεσθαι τῆς ἀρτάβης δραχμὰς δ.
θέλομεν οὖν ἐκ δημοσίου τὸν λοιπὸν
συναγοράσαι σῖτον ἵνα μηθὲν
εἰς ἐμὲ ὑστερήσηι.
ἔρρωσο.
ἔτους[…] Ἁθὺρ δ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.