no image
DDbDP-text
[…]ν χαίρειν. ἔγραψάς μοι ὅτι
χρέα πυροῦπερίεστιν ἀρτάβαι πεντήκοντα
ὅτε ἔδει πλησθῆναι ὥστε μοι καταλείπεσθαι ἀρτάβας δ τῆς ἀρούρας. ποίει οὕτω
καὶ ἔτι ἄν τι δύνηι. πρόσελθε δὲ πρὸς Κρίνιππον ὡς ἂν συντάσσηι. καὶ τὰ ὀλυρίδια σύνταξον ἐκεῖνον πωλεῖν ὡς ἂν τὰς τιμὰς δοκιμάζηι. γεγράφηκα δὲ Ἀνῆι
[…]κτυρ[…]… τὰς ὀλύρας ἵνα ἀπόδωται ἀρτάβας φ
καὶ ἀποδοῦναι μὲν Καλλισθένει μετὰ
[…]…νου δραχμὰς ρ, Σωστράτωι δὲ τά τε
τοκεῖα καὶ τὰς δραχμὰς ρ καὶ τὴν συγγραφὴν ἀράσθαι καὶ τοῖς παιδαρίοις ἑκατέροις δραχμὰς ν, τὸ δὲ λοιπὸν φυλάσσειν.
καὶ ἔριά μοι ἵνα ἀγοράζηις μαλακὰ
ἵνα ἔχωσιν αἱ παιδίσκαι ἐργάζεσθαι
καὶ ἐμοὶ ἱμάτιον ἵνα γένηται μαλακὸν
καὶ τὸ παιδάριον ἵνα μὴ γυμνὸν ζῆι
[…]α[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.