no image
DDbDP-text
[FrA]
[… ? lines lost …]
ἀρτάβας δεκάπεντε ,
ταύτας δέ σοι ἀποδώσω
ἐν μηνὶ Δαισίωι τῶι ἐν τῶι
ὀγδόωι καὶ τριακοστῶι
ἔτει σῖτον καθαρὸν καὶ
ἄδολον μέτρωι βασιλικῶι καὶ ἀποκαταστήσω
ἐπὶ σκηνὴν τοῖς ἰδίοις ἀνηλώμασιν. ἐὰν δὲ μὴ
ἀποδῶ ἀποτείσω σοι
τιμὴν ἑκάστης ἀρτάβης δραχμὰς δύο .
ἔρρωσο.
Πατῆς Ἁρμιοῦτος Δοκίμωι χαίρειν. ἔχω παρὰ
σοῦ ὀλυρῶν ἀρτάβας δεκάπεντε , ταύτας δέ σοι
ἀποδώσω ἐν μηνὶ Δαισίωι
τῶι ἐν τῶι ὀγδόωι καὶ τριακοστῶι ἔτει σῖτον καθαρὸν μέτρωι βασιλικῶι ε…[…]
[… ? lines lost …]
[FrB]
ἔρρωσο. ἔτους γ[…][…]
Δημήτριος Π[…]Κυρηναῖος τῆς ἐπιγονῆς,
ἐκέλευσέν με ὁ Πατῆς
γράψαι τὴν ε[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.