no image
DDbDP-text
Privatbrief via HGV-meta
Letter from Demetria to her sister Apia about a purchase of oil. A private letter from Demetria to her 'sister' Apia, written at Antinoopolis in the 3rd century AD. Demetria explains that she bought the oil Apia asked for but was delayed when a boatman left, reports its high price of 18 drachmas per chous, promises to send another item for a festival, and reminds Apia about some purple dye or cloth. machine translation
Linked by Trismegistos ID
TM 30461.
Each record below describes this same artifact or text from a different angle.
[r]
Δημητρία Ἀπίαι τῆι
γλυκυτάτηι ἀδελφῆι
χαίρειν.
εὐθέως εἰσελθοῦσα εἰς
τὴν Ἀντινόου οὐκ ἠμέλησά σου τοῦ ἐντολίου,
ἀλλʼ εὐθέως, πρὶν ἢ βασταχθῆι τὰ σκεύη, ὠνησάμην αὐτό· ὁ δὲ κατάρατος ναυτικὸς ἀλόγως ἀπεδήμησεν καὶ
ἔδοξα ἀσπούδαστος
εἶναι ὥστε οὐκ ἐγὼ
μεμπτή· ηὗρον δὲ
νῦν τὸν πρὸς σὲ ἀνερχόμενον, ἔπεμψά σοι τὸ
ἔλαιον ἄξιόν σου. εἰδέναι δέ σε θέλω, ὅτι πρόστιμόν ἐστιν καὶ μόλις ἔλαβον τὸν χοῦν
πρὸς δραχμὰς δεκαοκτώ, ἀλλʼ ἄξιόν ἐστι
σοῦ· πέμψω δέ σοι καὶ
τὸ ἁλικεῖον πρὸς τὴν
ἑορτήν. Ἑλένην τὴν
τιμιωτάτην πολλὰ
ἀσπάζου καὶ Νείκην
καὶ Ῥοδίνην καὶ Ἀττοῦν
καὶ σὺ δὲ μνήσθητι τοῦ
πορφυρίου. ἐρρῶσθαί σε
εὔχομαι, ἀδελφὴ γλυκυτάτη.
ἔρρωσο.
[v]
Ἀπίαι παρὰ ΔημητρίαςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.