no image
DDbDP-text
Letter to Theonis via HGV-meta
Letter to her mother Theonis about oil, figs, purple dye and clothing. A private letter from a woman living away from home to her mother Theonis and brother Askl[…]. She sends oil bought for 600 drachmas, dried figs and purple dye for making tunics and cloaks, and asks for clothing and linen to be sent to her and for news of what others delivered. Late 3rd century AD, probably from the Hermopolite nome. machine translation
Linked by Trismegistos ID
TM 30487.
Each record below describes this same artifact or text from a different angle.
[FrA,r,ctr]
τῇ κυρίᾳ μου μητρὶ Θεωνίδι καὶ τῷ κυρίῳ μου
ἀδελφῷ Ἀσκλη[…]χαίρειν.
πρό γε πάντων εὔχομαι ὑμᾶς ὑγιαίνειν παρὰ τοῖς
ἐπιξενοῦμαι θεοῖς[…]ηθην τοῦ
ἀδελφοῦ Πασίωνος …[…] διεπεμψάμην ὑμῖν καψάκιον ἐλαίου ἠγορακὼς δραχμῶν
ἑξακοσίων ἀκήκοα γὰρ ὡς πολλοῦ ἐστιν παρʼ ὑμῖν
τὸ ἔλαιον καὶ ταρσίκιον ἔχουσα καὶ ἐγὼ ἰσχάδια. δώσεις δὲ τῷ ἀδελφῷ μου Κορνηλιανῷ ἀπʼ αὐτῶν ρν.
καὶ διούγκιον πορφύρας Βερενιγκησίας, ἵνʼ οὕτως,
εἴ σοι δοκεῖ, ποιήσῃς τὰ χιτώνια καὶ δύο μαφόρτια.
δελματίκιον δὲ τὸ ἐμὸν π[…]…[…]…[…]ο[…]δε
σοι γενέσθω πέμψον μοι τὸ μαφόρτιόν μου τὸ κοράκινον καὶ τὸ ἀναβολάδιόν μου, καὶ τὸ ἄλλο μου ἱμάτιον ἐκτινάξῃς ἀσφαλῶς μὴ σαπῇ· πέμψω δὲ σοὶ ἀργύριον ἐὰν ἀντιπέμψῃς μοι ἃ ἐποίησάς μοι ὀθονίδια.
δήλωσον δέ μοι καὶ τὶ ἐκόμισας παρά τε Διοσκορίωνος
καὶ παρὰ Ἰσιδώρου καὶ παρὰ Κάστορος ἤτοι Πολυδεύκους τοῦ ποτε προγομα…ιου, ἵνα γνῶ. κομίσου πάντα ὅσα ἐὰν ἀναπέμπω σοι
[…]ιβ[…]νο…[…]υν δε…[…]…α
[FrB]
[…]λ…[…]
[…]…αλλα…ος…[…]…σοιν
[…] μέχρι το…θεν παρεκο[…]ἐν ὁλοκληρίᾳ
ων καὶ ἡμεῖς εὐκρινοῦμεν. πολλὰ ἄσπασαι τὸν ἀξιολογώτατον κύριόν μου πατέρα Σιλβανὸν σὺν τῷ οἴκῳ
αὐτοῦ ὅλῳ καὶ[…]αρηφαν[…]λειν. καὶ τὴν
σύμβιον αὐτοῦ[…] καὶ τὸν[…]
εξετ[…]τὸ ἀναμ[…]
στειλα[…]ηττερον […]
[…]…[…]
[FrA,r,ms]
ἐρρῶσθαι ὑμᾶς πολλοῖς χρόνοις εὐτυχοῦντας καὶ […]…[…]
[…]… καὶ ἑκάστῳ τὰ συνδεδεμένα γράμματα[…]
[FrA,v]
κυρίᾳ μου μητρὶ ΘεωνίδιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.