no image
DDbDP-text
Letter of a Son to his Mother via HGV-meta
Letter from a son to his mother and brothers about oil, fish sauce and a visit. A private letter from a son to his mother and brothers at Oxyrhynchus, late 3rd century AD. He complains that they never write back despite his daily letters, asks them to hand a labelled jar of oil to Hierax, urges his mother to come quickly or else send Thonios, and requests a Knidian jar of fish sauce. machine translation
Linked by Trismegistos ID
TM 31812.
Each record below describes this same artifact or text from a different angle.
[r]
κυρίᾳ μου μητρὶ
ἅμα τοῖς κυρίοις μου ἀδελφοῖς πλεῖστα
χαίρειν. προηγουμένως
εὔχομαι ὑμᾶς ὑγιαίνειν
καὶ εὖ πράττειν. γινώσκειν
ὑμᾶς θέλω ὅτι μετὰ πάντων
ὁλοκληροῦμεν. θαυμάζωὅπως καθʼ ἑκάστην ἡμέραν
ὑμῖν γράφω καὶ οὐδεμίαν μοι ἐγράψατε. ἐκομισάμην ὅσα ἀπεστείλατε· …[…]
γὰρ οὐ καθαρίως γράφει π[…]
σολυχιδι. κόμισον οὖν […]
παρὰ τοῦ ἀναδιδόντος ταῦτά μου τὰ γράμματα ἀγγεῖον
ἐλαίου καὶ δὸς αὐτὸ Ἱέρακει,
ἔχον ἐπιγραφὴν Ὡρίωνος,
Ὡρίων, καὶ πᾶν ποίησον ἐλθεῖν
πρὸς ἡμᾶς ἐν τάχει. ἐὰν δὲ εἰδῇς ὅτι παρὰ σοὶ μένεις, ἀπόστειλόν μοι Θώνιον· αὐτοῦ
γὰρ χρείαν ἔχω ἐνταῦθα.
ἐὰν δὲ ἔλθῃς εὐτυχῶς, ἀκούεις πάντα καὶ τὰ πραχθέντα. ἀπόστειλόν μοι γὰρ κνίδιον
γάρους καὶ τὰς ἐπιστολὰς
δὸς Ἱέρακει τὰ δελ…α…
μετὰ τούτου. ἀσπάζω τὸν
κύριόν μου υἱὸν Τ[…]
καὶ τοὺς ἡμῶν πάντας
κατʼ ὄνομα. καὶ Ε[…]
ἀσπάζει ὑμᾶς ὅλους.
ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις.
[v]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.