no image
DDbDP-text
Letter from a son to his mother complaining of neglect and asking for clothing. A private letter from a son (name partly lost, ending in -seinos) to his mother, written in the 2nd century AD. He complains that she does not write, reminds her he has repeatedly asked for a cloak and says he has had no mantle for four years, and asks her to send supplies for the festival of Sarapis and a jar of olives. machine translation
Linked by Trismegistos ID
TM 28096.
Each record below describes this same artifact or text from a different angle.
[…]σεῖνος τῇ μητρὶ πλεῖστα
πολλὰ χαίρειν.
πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ
καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι καὶ τοῖς συννάοις θεοῖς
εὐχόμενός σε ὑγιαίνειν. πρῶτον
μὲν γινώσκειν σε θέλω, ὅτι λυποῦμαι, ὁπόταν τις παραγένηται καὶ μη
ἐνέγκῃ μοι ἐπιστολίδιον. εἰ γάρ
σοι ἔμελε περὶ ἐμοῦ, ἔμελλές μοι
γράφειν, ἀλλὰ καὶ πολλάκις σοι ἔγραψα περὶ βίρρου καὶ οὐκ ἐποίεις καὶ
γίνωσκε, ὅτι σήμερον τετραετία μαφόρτην οὐκ ἔσχον ἀλλὰ
καὶ χρείαν ἔχω μαφόρτου καὶ πᾶν
ποίησον τοῦ τὰ ἐπιβάλλοντα
τῇ ἑορτῇ τοῦ Σαράπιδος φροντίσαι
καὶ πέμψαι, ἀλλὰ καὶ τοῦτο μάθε, ὅτι πάλαι αἱ δοῦλοί σου εἰς τὴν
κέλλαν αὐτῶν ἔχουσιν ἐλαίας κα
ὧν οὐκ ἠξίωσας πέμψαι κεράμιν
ω…ων. ἀσπάζομαι τοὺς ἀδελφοὺς
καὶ τοὺς ἐμοὺς πάντας κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι
[…] πέμψον μοι αὐτήν, χρείαν γὰρ […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.