no image
DDbDP-text
Ein Privatbrief via HGV-meta
Letter from Kophaena to her son Theodoulos complaining of neglect. A private Christian letter from a mother, Kophaena, to her son Theodoulos, reproaching him for not writing or sending anything during her thirteen-month illness. She asks him for flax, a grain allowance and black wool for a mantle. Herakleopolis, 4th-5th century AD. machine translation
Linked by Trismegistos ID
TM 33251.
Each record below describes this same artifact or text from a different angle.
[r]
χμγ χμγ χμγ
τῷ υἱῷ μου Θεοδούλῳ παρὰ τῆς μητρός σου Κοφαήνας καὶ Ζήνωνος χαίρειν. πρὸ μὲν πάντων εὔχομαι τὸν παντοκράτορα θεὸν τὰ περὶ τῆς ὑγιείας σου
καὶ ὁλοκληρίας σου χάριν. γινώσκειν σε θέλω ὅτι εἶπέν
σοι ὁ πραγματευτὴς ὅτι ἡ μήτηρ σου Κοφαήνα
ἀσθενεῖ, ἰδοῦ, δέκα τρεῖς μῆνες καὶ ἂν ἐπιστολὴν
οὐκ ἐτόρμηκας ἐμοὶ γράψεν ὅτι οἰδας καὶ σεαυτοῦ
ὅτι καλλιότερον τῶν …[…]ιων υ[…]ιων …υ ἐποίησα
μετὰ σοῦ καὶ οὐκ ἐτόρμησάς σοι ἀκούσας ὅτι
νοσῶ οὐκ ἐτόρμησας πέμψεν μοι καὶ ἂν ἐξ ὀλίγου τί ποτε. θέλησον οὖν πέμψειν μοι δέκα λίτρας λινάρων καὶ ποιῶ σοι ἱμάτια πρὸς τὸ δύναμαι, ὅτι οὐδὲν ἔχω τί ποιήσω σοι. θέλησον οὖν
ποιήσειν μοι μικρὰν σιταρχίαν καὶ ἐγὼ ἀποστελῶ
σοι μεκ……αι…μα[…] προσαγορεύει σε
ἄμμα σου καὶ ἐγὼ Κοφήνα καὶ ὁ υἱός σου
Ζήνων καὶ ἡ ἀδελφή σου Κυρίλλα καὶ τὰ παιδία
αὐτῆς. θέλησον οὖν υἱέ μου Θεόδουλε ἀγοράσειν
μοι ϛ λίτρας ἐριδίου μέλανος, ἵνα ποιήσω ἐμαυτῇ μαφόριον καὶ ἀποστελῶ σοι τὸ κέρμα ὅσου αὐτὰ ἀγορᾷ.
ἐρρῶσθαί σεεὔχομαι πολλοῖς χρόνοις.
[v]
ἀπόδος ταύτην Θεοδούλῳ
παρὰ Κοφαήνης
☧Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.