no image
DDbDP-text
Letter of Ploutogenia to her Mother via HGV-meta
Letter from Ploutogenia to her mother. A private letter written around AD 297 from Alexandria by Ploutogenia to her mother. She complains that in eight months her mother has not written, gives instructions about bronze vessels and money received from Koupineris, and offers to come if her sister is to be married. machine translation
Linked by Trismegistos ID
TM 21351.
Each record below describes this same artifact or text from a different angle.
[r]
Πλουτογένια τῇ μητρί μου πολλὰ
χαίρειν.
πρὸ μὲν πάντων εὔχομαί σε ὁλοκληρεῖν
παρὰ τῷ κυρίῳ θεῷ. ἤδη ὀκτὼ μῆνες
ἀφʼ ἧς εἰσῆλθα εἰς Ἀλεξάνδριαν, οὐδὲ
μίαν μοι ἐπιστολὴν ἔγραψας. πάλι οὖν
οὐκ ἐχεις με ὡς θυγατέρα σου ἀλλὰ ὡς ἐχθράν
σου. τὰ χαλκώματα τὰ ἔχεις παρὰ σοί,
δὸς αὐτὰ Ἀτᾶτι καὶ σὺ αὐτὰ παράλαβε
ἀπʼ αὐτῆς Ἀτᾶ πλήρης. καὶ γράψον
μοι πόσον κέρμα ἔλαβες παρὰ
Κουπινήρι καὶ μὴ ἀμελήσῃς. πρόσεχε
τῇ μηχανῇ καὶ τοῖς κτῆσί σου, μὴ
ὀκνήσῃς καὶ μὴ θελήσῃς σκυλῆναι[…]…[…]… ἐὰν δὲ μέλλῃ
ἡ θυγάτηρ σου γαμῆσαι γράψον μοι
καὶ ἔρχομαι ἐγώ. ἀσπάζομαί σε
μετὰ τῶν τέκνων σου. ἀσπάζομαι
καὶ τοὺς φιλοῦντας ἡμᾶς
κατʼὄνομα. ἐρρῶσθαι ὑμᾶς
εὔχομαι πολλοῖς
χρόνοις.
[v]
ἀπόδος τῇ μητρί μου παρὰ Πλουτογενίας θυγατρὸς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.