no image
DDbDP-text
Letter of Paniskos to Ploutogenia via HGV-meta
Letter from Paniskos to his wife Ploutogenia asking her to come to Koptos. A private letter from Paniskos, staying at Koptos, to his wife Ploutogenia, asking her to be ready to join him there. He lists goods to bring, including wool, olives, his helmet, lances and tent gear, and warns her not to wear her gold jewellery on the boat. Written around AD 297. machine translation
Linked by Trismegistos ID
TM 21344.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
Πανίσκος τῇ συμβίῳ μου
Πλουτογενίᾳ μητρὶ τῆς θυγατρός
μου πλεῖστα χαίρειν.
πρὸ μὲν πάντων εὔχομαί σοι τὴν ὁλοκληρίαν
καθʼ ἑκάστην ἡμέραν παρὰ τοῖς
θεοῖς πᾶσι. γινώσκειν σε οὖν
θέλω, ἀδελφή, ὅτι ἐν Κόπτωι
ἐμείναμεν ἐνγὺς τῆς ἀδελφῆς
σου καὶ τῶν τέκνων αὐτῆς
ὅπως μὴ λυπηθῇς ἐρχομένη
ἐν τῇ Κόπτῳ· εἰσὶ γὰρ ἐνθάδε
οἱ ἀδελφοί σου. ὅπερ καὶ σὺ
πάντως βούλῃ αὐτὴν ἀσπάσασθαι πολλά, τοῖς θεοῖς
εὔχεται καθʼ ἡμέραν βουλομένη
σε ἀσπάζεσθαι μετὰ τῆς μητρός
σου. δεξαμένη οὖν μου τὰ γράμματα ταῦτα ποίησόν σου τὰ κατὰ χεῖρα,
ὅπως, ἐὰν πέμψω ἐπὶ σέ,
ταχέως ἔλθῃς. καὶ ἔνεγκον
ἐρχομένη ποκάρια ἐριδίων
δέκα , ἐλαιῶν κεράμια ἕξ ,
στάγματος κεράμια τέσσαρα ,
καὶ τὸ ὅπλον μου τὸ καινὸν μόνον,
τὸ κασίδιόν μου. φέρε καὶ τὰ λογχία
μου. φέρε καὶ τὰ τοῦ παπυλίωνος σκεύη. ἐὰν εὕρητε εὐκαιρίαν, μετὰ ἀνθρώπων καλῶν
δεῦτε. ἐρχέσθω μεθʼ ὑμῶν
Νόννος. ἔνεγκον ἡμῶν πάντα τὰ ἱμάτια ἐρχομένη. ἔνεγκον
ἐρχομένη σου τὰ χρυσία, ἀλλὰ
[r,ms]
μὴ αὐτὰ φορέσῃς ἐν τῷ πλοίῳ.
[v]
ἀσπάζομαι τὴν κυρίαν μου θυγατέραν Ἡλιοδώραν. ἀσπάζεται ὑμᾶς Ἑρμίας.
ἀπόδος τῇ συμβίῳ μου καὶ τῇ θυγατρί μου παρὰ Πανίσκου πατρός.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.