no image
DDbDP-text
Letter of Theon to his Mother via HGV-meta
Letter from Theon to his mother. A private letter from Theon to his mother, apologising for not coming up to the Oxyrhynchite nome, asking her not to neglect her daughter, and offering to bring purple dye or oil if she wishes. It closes with greetings to many relatives and gives a delivery address in the Teumenouthis quarter. It dates to the 3rd century AD and comes from Oxyrhynchus. machine translation
Linked by Trismegistos ID
TM 31786.
Each record below describes this same artifact or text from a different angle.
[r]
κυρίᾳ μου μητρὶ Θέων χαίρειν.
πρὸ μὲν πάντων εὔχομαί σε ὁλοκληρεῖν
καὶ ὑγιαίνειν παρὰ τῷ κυρίῳ θεῷ. μὴ νομίσῃς, κυρία μου μῆτερ, ὅτι ἡμέλησα μὴ ἀναβῆναιἐν τῷ Ὀξυρειχείτῃ. οἶδας ὅτι, εἰ ὑστερήσει τῆς πρωτοκαιρίας, μετὰ ταῦτα εἴδη
ἄλλην ἐλπίδαν οὐκ ἔχομεν. πᾶν οὖν ποιήσεις, κυρία μου μῆτερ, μὴ ἀμελῆσαι τῆς θυγατρός σου. ὁ γὰρ ἀδελφός μου προσέριψε
τὸν πῶλον. δεῖ σε αὐτὸν προσέχειν,
καὶ οὐκ ἐδυνήθην ἀνελθεῖν.
ἐὰν δὲ δοκεῖ σοι με ἀνελθεῖν, γράψον μοι
καὶ ἔρχομαι. εἰ δὲ δοκεῖ σοι ἀπελθεῖν εἰς τὴν
λαμπροτάτην Ἀλεξάνδρειαν, γράψον
μοι, καὶ ὅ δοκεῖ σοι τί ἐνέγκαι εἴτε πορφύριον
γράψον μοι, ποταπὸν θέλεις ἐνέγκω γράψον
μοι, εἴτε ἐλάδιον, πόσον ἐνέγκω γράψον
μοι, εἴτετι ἄλλο βούλῃ, γράψον μοι. ἀσπάζομαι τὰς ἀδελφάς μου καὶ τὸν πατέρα μου Βαρβαρείωνα καὶ τὴν μητέρα μου Ἡράκλειαν
καὶ Εὐτέρπειν καὶ τὰ τέκνα αὐτῆς καὶ Ἄννειν καὶ τὰ τέκνα αὐτῆς καὶ Εἶσιν καὶ Εὐτυχεὶν καὶ τὴν μητέρα μου Σωφρόνειν
καὶ Νεῖλον καὶ Πυμένειν καὶ τὸν πατέρα
ἡμῶν Χοοῦν καὶ τὴν μητέρα ἡμῶν καὶ
Ἀφοῦν καὶ τὸν ἀδελφὸν αὐτοῦ καὶ τὰς ἀδελφὰς αὐτοῦ. ἐρρῶσθαί σε εὔχομαι ὁλοκληροῦσαν.
[v]
ἀπόδος παρὰ Θέωνος. σημασία ἐν Τευμενοῦτει ἐν τῷ
ῥυμείῳ
ἀντὶ τοῦ φρέατος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.