no image
DDbDP-text
Two Letters to Didyme via HGV-meta
Two letters from Petosiris and Thaesis to Didyme about purple, a mantle and wine. Two letters written on one sheet to a woman named Didyme at Oxyrhynchus, one from Petosiris and one from her mother Thaesis. Petosiris deals with purple dye, the sale of a mantle and collection of freight money; Thaesis reports on deliveries and sales of wine and asks for oil and a basket. machine translation
Linked by Trismegistos ID
TM 31664.
Each record below describes this same artifact or text from a different angle.
[r]
Πετοσίριος Διδύμῃ πολλὰ χαίρειν.
τὸ πορφύριον ὅ ἔπεμφες ἡμῖν
οὐ πεποίηται. πέμψον ἡμῖν […]…
νον κύκλον δέσμας δέκα Δάφνῃ ὡς
τὸ τοῦ μαφορτίου σου χρῶμα
τὸ μαφόρτιον ὃ ἔχεις πώλησον δραχμῶν μη
ἐὰν δὲ μὴ λάβῃς τὴν τιμὴν μὴ
πώλησον, ἀλλὰ φρόντισον τὰς
δραχμὰς μ καὶ πέμψον ἡμῖν
ἐν τάχει. ἐξέτασον περὶ τῆς σωτηρίας τοῦ υἱοῦ Νειλοῦτος καὶ ἂν
δεῖ γράψον ἡμῖν ὑπὲρ αὐτοῦ. ἀπαίτησον Τεεῦν τὴν Ἡρακλείδου Σαράμμωνος δραχμὰς μ ὑπὲρ φορέτρου.
Θαῆσις Διδύμῃ τῇ θυγατρὶ πολλὰ
χαίρειν. παρέδωκα Ἡρακλείδῃ Σελμων καὶ Καπειδώλει οἴνου μετρητὰς ζ 𐅵 καὶ τὸ πρόλοιπον κέρματος ἀποκαθέστηκα αὐτοῖς σὺν τιμῇ
μετρητῶν ιη 𐅵 ὡς τοῦ μετρητοῦ
ἑνὸς δραχμῶν ξδ. ἔγραψεν μοι δὲ ἡ γυνή
σου ἐκ σοῦ ὀνόματος καὶ πέπρακα τὸν οἶνον ἐκ δισσοῦ οὗ ἠγόρακα καὶ σεσημείωμαι δραχμὰς …. ὁ Σόεις
ἐνοχλεῖ με περὶ τῆς ἀρτάβης
τοῦ σίτου. καὶ ἂν νῦν πέμψον ἐπ̓ ἐμὲ
κόκομαν ἐλαίου τῷ Ἡρακλείδῃ
Σελμων καὶ κανίσκιον α. πολλά σε ἀσπάζομαι καὶ τοὺς ὑμῶν
πάντας. Ἠσεῖς πολλά σε ἀσπάζετε καὶ Θεωνίλλα καὶ Νειλοῦς
Διδύμη. ὁ γαμβρὸς Μηνᾶτος οὐδέν μοι δέδωκε.
ἐρρῶσθαί σε εὐχόμεθα, …[…]…
[v]
παρὰ Διδύμης παρὰ Θαῆσις
καὶ ΠετοσίριοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.