Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.hamb.3.220

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ μηνὸς ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Αὐρήλιος Ἥρων ἀναγραφόμενος ἐπʼ ἀμφόδου ὡς ἐτῶν οὐλὴ τῇ προούσῃ καὶ συνούσῃ αὐτῷ ἀγράφως γυναικὶ Αὐρηλίᾳ ἀπὸ κώμης Νείλου πόλεως τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ ὡς ἐτῶν οὐλὴ μετὰ κυρίου ἔχειν παρʼ αὐτῆς ἐφʼ ἑαυτῇ ἅμα τῇ τοῦ γάμου συμβιώσεισυνβιώσι φερνὴν διὰ χειρὸς χρυσίου καθαροῦ μναιαῖα ὀκτὼ ἐν κοσμαρίοις, ἅ ἐστιν τῶν λοιπῶν μναιαίων δύο καὶ ἱμάτια ἐν συντιμήσει ἀργυρίου δραχμῶν κόκκινα, χιτὼνκιτὼν καὶ μαφόρτης σαπφείρινοισαππίρινοι ν, ἅ ἐστιν Ἀφροδίτη, ἔσοπτρον δίπτυχον συμβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦντες ἀμέμπτως καθότι καὶ πρότερον, τοῦ μὲν Αὐρηλίου Ἥρωνος ἐπιχορηγοῦντος τῇ Αὐρηλίᾳ ᾳ τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα ὅσα καθήκει γυναικὶ γαμετῇ κατὰ δύναμιν τοῦ βίου, τῆς δὲ Αὐρη λίας ἄμεμπτον καὶ ἀκατηγόρητον ἑαυτὴν παρεχομένης ἐν τῇ συμβιώσει ἐπὶ τῷ τὸν Αὐρήλιον Ἥρωνα καὶ συντάξεως, ἐφʼ ὃν χρόνον μένει αὐτοῖς ἡ πρὸς ἀλλήλους συμβίωσις, ἐὰν δὲ διαφορᾶς αὐτοῖς γενομένης χωρίζωνται ἀπʼ ἀλλήλων, ἀποδότω Αὐρήλιος Ἥρων τῇ Αὐρηλίᾳ τήν τε φερνὴν καὶ τὰ παράφερνα, τὸ μὲν χρυσί ον ἐν τοῖς αὐτοῖς κοσμαρίοις καὶ ἴσῃ ὁλκῇ καὶ τὰ ἱμάτια ἐκλογῆς αὐτῇ οὔσης ἤτοι τὰ ἱμάτια καὶ τὸ ἀποδέον λαμβάνειν ἢ τὴν προκειμένην αὐτῶν συντίμησιν ἐπὶ μὲν ἀποπομπῆς παραχρῆμα, ἐπὶ δὲ τῆς ἑκουσίου ἀπαλλαγῆς ἐν ἡμέραις ἑξήκοντα τῆς πράξεως τῇ Αὐρηλίᾳ γινομένης ἔκ τε τοῦ Αὐρη λίου Ἥρωνος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς πεπρᾶχθαι Αὐρήλιος Ἥρων ἐπερωτηθεὶς ὡμολόγησεν. Αὐρήλιος Ἥρων ὁμολογῶ ἔχειν παρὰ τῆς Αὐρηλίας χρυσίου καθαροῦ μναιαῖαμναιᾶ ὀκτὼὠκτὼωκτ ἐν ἐπὶ τῆς διαζυγῆςδιαζυγος ἀποδώσωἀπδωσο καὶ ἐπερωτηθεὶςοπερωτηθεις ὡμολόγησα. Αὐρήλιος Δίδυμος κατεχώρισα γ ἔτους

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.