Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.10.1273

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἀγαθῇ τύχῃ. ἐξέδοτοἐξέδετο Αὐρηλία Θαῆσις Εὐδαίμονος μητρὸς Ἡρα ΐδος ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ συνεστῶτος Αὐρηλίου Θέωνος τοῦ καὶ Νεπωτιανοῦ καὶ ὡς χρηματίζει τὴν ἑαυτῆς θυγατέραν Αὐρηλίαν Ταυσεῖριν πρὸς γάμον ἀνδρὶ Αὐρηλίῳ Ἀρσινόῳ Τρύφωνος μητρὸς Δη μητρίας ἀπὸ τῆς αὐτῆς πόλεως, ᾧ προσφέρει ἡ αὐτὴ ἐκδότις ἐπὶ τῇ αὐτῇ θυγατρὶ αὐτῆς καὶ γαμουμένῃ ἐν φερνῇ χρυσοῦ κοινοῦ σταθμῷ Ὀξυρυγχιτικῷ περιτραχήλιον μανιάκην καλούμενον ἔχον λίθον ὁλκῆς χωρὶς τοῦ λίθου τετάρτων δεκατριῶν , ἁπτώδιον ἔχοναχον λίθους πέντε περικεχρυσωμένους ὁλκῆς χωρὶς τῶν λίθων τετάρτων τεσσάρων , ἐνωτίων ζεῦγος ἔχον πίναςπείνας δέκα ὁλκῆς χωρὶς τῶν πι νῶνπεινῶν τετάρτων τριῶν , δακτυλίδιον μικρὸνμεικρὸν τετάρτηςτετάρταις ἡμίσουςἥμισυ , καὶ ἐν ἱματίοις ἐν συντιμήσεισυντειμήσει δελματικομαφόρτην ἀργέντινον ἔνσημον δραχμῶν διακοσίων ἑξήκοντα , χιτώνιον λευκὸν μονα χὸν κροσσωτὸνκροσωτὸν ἔνσημον δραχμῶν ἑκατὸν ἑξήκοντα , δελματι κομαφόρτην καλλάινον δραχμῶν ἑκατόν , ἕτερον δελματικομα φόρτην λευκὸν προπόρφυρον δραχμῶν ἑκατόν , ὡς εἶναι ἐπι τὸ αὐ τὸ τὴν ὅλην φερνὴν χρυσοῦ κοινοῦ μναιαῖονμναγιαῖον ἓν τετάρτας τέσσαρας ἥμισυ καὶ συντιμήσεωςσυντειμήσεως ἱματίων δραχμὰς ἑξακοσίας εἴκοσι , πάντα κεφαλαίου οἷς οὐδὲν προσεγράφη, περὶ ἧς προκειμένης φερνῆς ἐπερωτηθεὶς ὑπὸ τῆςη ἐκδότιδοςἐκδοτις ΑὐρηλίαςΑὐρηλία ΘαήσιοςΘαησις ὡμολόγησεν ὁ γαμῶν Αὐρήλιος Ἀρσίνοος ἐσχηκέναι ἀριθμοῦ πλήρεις ἐπὶ τοῦ προκειμένου σταθμοῦ καὶ συντιμήσεωςσυντειμήσεως. συνβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦν τες ἀμέμπτως φυλάσσοντες τὰ τοῦ γάμου δίκαια, ὁ δὲ γαμῶν ε χορηγείτω τῇ γυναικὶ τὰ δέοντα πάντα κατὰ δύναμιν. ἐὰν δέ, ὃ μὴ εἴη, ἐκ διαφορᾶς ἀπαλλαγὴ τῶν γαμούντων γένηται, ἀποδότω ὁ γαμῶν τῇ ἐκδότιδι, ἐὰν περιῇ, εἰ δὲ μή, τῇ γαμουμένῃ, τὴν προκειμένην φερνὴν πλήρη ἐν ἡμέραις ἑξήκοντα ἀφʼ ἧς ἐὰν αἴτημα γένηται, τὰ μὲν χρυσία κατʼ ἀρίθμησιν τοῦ ἐφʼ ἑκάστου σταθμοῦ, ἐπὶ δὲ τῶν ἐπὶ συντιμήσεωςσυντειμήσεως ἱματίων αἵρεσις ἔσται περὶ τοὺς περὶ τὴν γαμουμένην ἔχειν αὐτὰ τῆς τότε ἐσομένης αὐτῶν συντιμήσεωςσυντειμήσεως καὶ λαβεῖν τὸ ἐνδέον ἐν ἀργυρίῳ ἢ αὐτὴν τὴν προκειμένην συντίμη σινσυντείμησιν, καὶ τὴν τούτων πάντων τρίψιν καὶ ἀπουσίαν εἶναι πρὸς τὸν γαμοῦν τα. ἐὰν δὲ καὶ ἐπὶ τῆς ἀπαλλαγῆς ἐγκυος ᾖἠν ἡ γαμουμένη, δότω αὐτῇ ὁ γαμῶν εἰς λόγον δαπάνης λοχείας δραχμὰς τεσσαράκοντα . ἐπὶ δὲ τῆς ἀπαιτήσεως τῆς προκειμένης φερνῆς ἡ πρᾶξις ἔσται τοῖς περὶ τὴν γα μουμένην παρά τε τοῦ γαμοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων. κυρία ἡ συνγραφὴ δισσὴ γραφεῖσα πρὸς τὸ ἑκάτερον ἔχειν μοναχόν, ἥνπερ ὁπη νίκα ἐὰν αἱρῶνται ἢ καί τις αὐτῶν δημοσιώσει διὰ τοῦ καταλογείου οὐ προσδεόμενος τῆς τοῦ ἑτέρου μεταλήμψεως οὐδὲ ἑτέρας εὐδοκήσεως διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν τῇ ἐσομένῃ δημοσιώσει, περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γείνεσθαι ἀλλήλους ἐπερωτήσαντες ὡμολόγησαν. ἔτους ζ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίουλικιννοου Κορνηλίου Σαλωνείνου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν Μεχεὶρ β. Αὐρηλία Θαῆσις ἐξεδόμην τὴν θυγατέραν μου πρὸς γάμον τῷ προτεταγμένῳ Ἀρσινόῳ καὶ προσήνεγκα αὐτῷ τὴν προκειμένην φερ νὴν ὡς πρόκειται καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρήλιος Θέων ὁ καὶ Νεπωτιανὸς συνέστην αὐτῇ καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. Αὐρήλιος Ἀρσίνοος ἔσχον τὴν την προκειμένηνπροκειμεν φερνήνφερν καὶ ἐάν, ὅ μὴμο εἴη, ἀπαλλαγὴ γένη ται, ἀποδώσω ὡς πρόκειται καὶ ἐπ ερωτηθεὶς ὡμολόγησα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.