Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.15.707

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ου Εὐσεβοῦς Εὐτυχοῦς Γάιος Αὐρήλιος Χαιρημονιανὸς ὡς ἐτῶν καὶ Αὐρήλιος οὐλὴ ποδὸς ἀριστεροῦ ἀμφότεροι υἱοὶ Οὐαλερίᾳ Ἑλενοῦτι ὡς ἐτῶν πεντήκοντα οὐλὴ ἀντικνημίῳ μετὰ κυρίου ὠς ἐτῶν τεσσαράκοντα πέντε . ὁμολογοῦσι πεπρακέναι Οὐαλερίᾳ Ἑλενοῦτι κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὰ ὑπάρχοντα αὐτοῖς δουλικὰ σώματα δύο Εὐτύχην ὡς ἐτῶν τριάκοντα νοη ἼσιδοςἼσειτος οὗ τὴν οἰκογένειανοἰκογένιαν ἐποιησάμεθα τῇ ἐνεστώσῃ ἡμέρᾳ τὸν δὲ Εὐτύχην ὄντα α παρὰ τῆς μητρὸς αὐτῶν Κλαυδίας Ἰσιδώρας οὕς καὶ παρέλαβεν ἡ Οὐαλερία Ἑλενοῦς τούτους τοιούτους ἀναπορίφους πλὴν ἱερᾶς νόσου καὶ ἐπαφῆς καὶ ἀπέχειν αὐτοὺς παρὰ τῆς Οὐαλερίας Ἑλενοῦτος τὴν συμπεφωνημένην τιμὴν ἐκ πλήρους διὰ χειρὸς τοῦ μὲν Ἰσιδώρου δραχμὰς τοῦ δὲ Εὐτύχους δραχμὰς ὀκτακοσίας καὶ βεβαιώσειν τὸν Γάιον Αὐρήλιον Χαιρημονιανὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ Αὐρήλιον καὶ τοὺς παρʼ αὐτῶν τῇ Οὐαλερίᾳ Ἑλενοῦτι καὶ τοῖς παρʼ αὐτῆς τὰ πεπραμένα ὡς πρόκειται δουλικὰ σώματα δύο Ἰσίδωρον καὶ Εὐτύχην πάσῃ βεβαιώσει καὶ παρέξασθαι ἀνεπάφους καὶ ἀνενεχυράστους καὶ ἀνεπιδανείστους καὶ καθαροὺς ἀπὸ μὲν παντὸς ὀφειλήματος δημοσίου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καὶ μηδένα ἐμποιούμενον αὐτῶν μηδὲ μέρους αὐτῶν καὶ ἔχειν αὐτὴν καὶ τοὺς παρʼ αὐτῆς τὴν τῶν πεπραμένων αὐτῇ ὠς πρόκειται δουλικῶν σωμάτων δύο Ἰσιδώρου καὶ Εὐτύχους κυρίαν καὶ κράτησιν χρωμένους καὶ οἰκονο μοῦντας περὶ αὐτῶν ὠς ἐαν αἱρῆται. ἐὰν δὲ μὴ βεβαιῶσι ἢ μὴ παρέχωνται καθαροὺς ὠς πρόκειται ἢ ὅτι ἂν τῶν προκειμένων παρα βῶνται ἀποτισάτωσαν τῇ Οὐαλερίᾳ Ἑλενοῦτι ἥν τε ἀπειλήφεσαν τιμὴν καὶ βλάβη καὶ δαπανήματα καὶ ἐπίτιμον δραχμὰς περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς γενέσθαι ἐπερώτησαν οἱ ἀποδόμενοι Γαίος Αὐρήλιος Χαιρημονιανὸς καὶ Αὐρήλιος ἡ δὲ ἐωνη μένη Οὐαλερία Ἑλενοῦς ὡμολόγησεν. Γαίος Αὐρήλιος Χαιρημονιανὸς καὶ Αὐρήλιος ἀμφότεροι υἱοὶ πεπράκαμεν Οὐαλερίᾳ Ἑλενοῦτι τὰ δουλικὰ σώματα δύο Εὐτύχην καὶ ἸσίδωρονἸσιδωρος ὄνταὤντα ἐκτὸς ἱερᾶς νόσου καὶ ἐπαφῆς καὶ ἀπέχσομεν παρʼ αὐτῆς τὴν ὑπὲρ αὐτῶν τιμὴν δραχ μὰς ἑξήκοντα διὰ χειρὸς καὶ βεβαιοῦμεν πάσῃ βεβαιώσει Γαίος Αὐρήλιος Χαιρημονιανὸς ἔγραψα καὶ ὑπὲρ τοῦ ἀδελφοῦ μου τὰ πλεῖστα συναπέσχον τὴν τιμὴν ὡς προκιται ὡς πρόκειται ας ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.