Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.51.3638

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Μᾶρκος Αὐρήλιος Χαιρήμων υἱὸς Ἑρμίου ἀγορανομήσαντος βουλευτοῦ τῆς Ὀξυ ρυγχειτῶν πόλεως πόλεως μητρὸς Ταΰριος ἀπὸ τῆς αὐτῆς πόλεως τῇ ὁμοπατρίᾳ ἀδελφῇ Αὐρη λίᾳ Τετσείρι μητρὸς Τανετβέως ἀπὸ τῆς αὐτῆς πόλεως οὐδέπω οὔσῃ τῶν ἐτῶν διὰ τοῦ πατρὸς Αὐρηλίου Ἑρμίου χαίρειν. ὁμολογῶ παρακεχωρηκέναι σοι διὰ τοῦ πατρὸς ἡμῶν ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον ἥμισυ μέρος τοῦ ἐπιβάλλοντός μοι μέρους περὶ κώμην Σιναρὺ τῆς κάτω τοπαρχίας τοῦ αὐτοῦ νομοῦ ἐκ τοῦ Ῥοδίππου κλήρου ἀμπελικοῦ κτήματος καὶ τῶν φοινίκων καὶ φυτῶν καὶ ἀκροδρύων καὶ τῆς προσούσης καλα μείαςκαλαμειαν καὶ ὑδρευμάτων καὶ τῆς ἐπικειμένης αὐτοῖς μηχανῆς καὶ ἐποικίου καὶ ληνοῦ καὶ πίθου καὶ στεμφυλουργικοῦ ὀργάνου καὶ ἡλιαστηρίου καὶ ἑτέρων χρηστηρίων καὶ συγ κυρόντων πάντων πάντα ὅσου ἐστὶν ἀρουρηδοῦ κοινωνικῶν πρὸς τοὺς ὁμογνη σίους μου ἀδελφούς, ὧν πάντων γείτονες νότου ὠνημένη καὶ ἄλλων, βορρᾶ γύης, ἀπηλιώτου πλευρισμός, λιβὸς Τῶμις ποταμός, τὰς δὲ συμπεφωνημέ νας πρὸς ἀλλήλους ὑπὲρ τιμῆςτειμῆς καὶ παραχωρητικοῦ τοῦ αὐτοῦ πωλουμένου σοι καὶ παραχω ρουμένου ὑπʼ ἐμοῦ ἡμίσουςἡμισου μέρους τοῦ ἐπιβάλλοντός μοι μέρους τοῦ αὐτοῦ ἀμπελικοῦ κτή ματος καὶ τῶν συνωνομασμένων αὐτῷ πάντων ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς χιλίαςχειλίας αὐτόθι ἀπέσχον παρὰ σοῦ τοῦ πατρὸς Ἑρμίου διὰ χειρὸς ἐκ πλήρους, ἃς καὶ προφέ ρῃ ἐντεῦθεν ἀποχαρίζεσθαι τῇ αὐτῇ θυγατρί σου κατὰ χάριν ἀναφαίρετον. διὸ ἀ πὸ τοῦ νῦν σὲ τὴν Τεττσεῖριν κρατεῖν καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μετα λημψομένοις τοῦ αὐτοῦ ἡμίσους μέρους τοῦ ὡς πρόκειταιπροσκειται ἐπιβάλλοντός μοι μέρους τοῦ τε ἀμπελικοῦ κτήματος καὶ καλαμείας καὶ τῶν ἄλλων συνωνομασμένων πάντων καὶ τελείαν γενομένην ἐξουσίαν ἔχειν χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτοῦ ὃν ἐὰν αἱ ρῇ τρόπον, ὅπερ καὶ ἐπάναγκον παρέξομαί σοί τε και τοῖς παρὰ σοῦ μεταλημψομένοις ὡσ αύτως διὰ παντὸς βέβαιον ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὸν ἀπὸ τε γεωργί ας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ ἀπεργασίας καὶ ὑδροφυλακίας χωμά των πλὴν μόνων τοῦ αἱροῦντος μέρους τῶν τοῦ κτήματος χωμάτων, ὁμοίως δὲ ἀπὸ ὀφειλῆς καὶ κατοχῆς πάσης δημοσίας τε καὶ ἰδιωτικῆς καὶ ἀπὸ δημοσίων καὶ ἐπιμερισμῶν πάν των τῶν μέχρι τοῦ διελθόντος καὶ αὐτοῦ τοῦ διελθόντος γ ἔτους διὰ τὸ τὰ ἀπὸ τοῦ ἐνεστῶτος δ ἔτους πρόσφορα εἶναι σοῦ τῆς ὠνουμένης, πρὸς ἣνὁν καὶ εἶναι τὰ ἀπὸ τοῦ αὐτοῦ ἐνεστῶτος ἔτους δημόσια. κυρία ἡ παραχώρησις δισσὴ γραφεῖσα, ἥνπερ ὁπηνίκα ἐὰν αἱρῇ ποιήσομαί σοι καὶ διὰ καταλογείου μηδὲν ἕτερον λαμβάνων παρὰ σοῦ, τῶν τελῶν καὶ γραμματικῶν ὄντων πρὸς σὲ τὴν Τετσεῖριν. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ δικαίως γενέσθαι ἐπερωτηθεὶς ὑπὸ σοῦ διὰ τοῦ αὐτοῦ πατρὸς ἡμῶν ὡμολόγησα. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Θὼθ ιδ. Αὐρήλιος Χαιρήμων Ἑρμίου πέπρακα καὶ παρεχώρησα τῇ ὁμοπατρίᾳ μου ἀδελφῇ Αὐρηλίᾳ Τετσείρει οὐδέπω οὔσῃ τῶν ἐτῶν διὰ τοῦ πατρὸς Αὐρηλίου Ἑρμίου ἥμισυ μέρος τοῦ ἐ πιβάλλοντός μοι μέρους περὶ κώμην Σιναρὺ ἐκ τοῦ Ῥο δίππου κλήρου ἀμπελικοῦ κτήματος καὶ καλαμείαςκαλαμίας καὶ τῶν ὡς πρόκειται συνωνομασμένωνσυνονομασμένων πάντων καὶ ἀπέ σχον τὰς τῆς τιμῆς καὶ παραχωρητικοῦ δραχμὰς χιλίαςχειλίας καὶ βεβαιώσω ὡς πρόκειται καὶ ἐπερωτηθεὶςἐπερωτητεὶς ὡμολόγησα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.