Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.laur.3.74

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἱερονίκηςἱερονείκης ὀλυμπιονίκης ὩρίωνοςὩρείωνος τοῦ καὶ Ἀνθεστίου τοῦ δεῖνος ὡς ἐτῶν ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίᾳ χωρὶς κυρίου χρηματιζούσῃ κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον τὸ ὑπάρχον μοι κληρονομικῷ δικαίῳ πρότερον τοῦ δηλουμένου μου πατρὸς Αὐρηλίου ὩρίωνοςὩρείωνος τοῦ καὶ Ἀνθεστίου τοῦ δεῖνος βουλευτοῦ τῆς αὐτῆς πόλεως ἥμισυ μέρος οἰκίας καὶ αἰθρίου καὶ τῶν χρηστηρίων πάντων διακειμένης ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου καὶ νεούσης εἰς τὴν ἐκ βορρᾶ δημοσίαν ῥύμην αν δηλουμένη δημοσία ῥύμη τοῦ δεῖνος καὶ ἄλλων τὰς δὲ συμπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ τιμῆς τοῦ αὐτοῦ ἡμίσους μέρους τῆς οἰκίας καὶ χρηστηρίων πάντων ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς τρισχιλίαςτρισχειλίας πεντακοσίας αὐτόθι ἀπέσχον παρὰ σοῦ ἐξ ἴσου διὰ χειρὸς ἐκ πλήρους καὶ ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. διὸ ἀπὸ τοῦ νῦν κρατεῖν σε καὶ κυριεύειν σύν ἐκγόνοις καὶ τοῦς παρὰ σοῦ μεταλημψομένοις τοῦ πωλουμένου σοι ὑπʼ ἐμοῦ ὡς πρόκειται ἡμίσους μέρους τῆς οἰκίας καὶ χρηστηρίων πάντων καὶ χρῆσθαι καὶ οἰκονομεῖν περὶ αὐτοῦ ὡς ἐὰν αἰρῇ, ὅπερ καὶ παρέξομαί σοι βέβαιον διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὸν ἀπὸ τε ἀπογραφῆς ἀνδρῶν καὶ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ ὀφειλῆς καὶ κατοχῆς πάσης δημοσίας τε καὶ ἰδιωτικῆς καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου. πάντα δὲ τὸν καθʼ ὁνδηποτοῦν τρόπον ἐπελευσόμενον ἢ ἐμποιησόμενον τούτου χάριν ἐπάναγκες ἀποστήσω παραχρῆμα τοῖς ἰδίοις δαπανήμασι καθάπερ ἐκ δίκης. κυρία ἡ πρᾶσις δισσὴ γραφεῖσα, ἥνπερ ὁπηνίκα ἐὰν αἱρῇ δημοσιώσεις διὰ τοῦ καταλογείου οὐ προσδεομένη ἑτέρας μου εὐδοκήσεως ἢ μεταλήμψεως διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν με τῇ γεινομένῃ ὑπὸ σοῦ δημοσιώσει, περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γεγενῆσθαι ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. Αὐτοκράτορος Καίσαρος ε ν Ὡρείων παράδοξος πέπρακα τὸ ἥμισυ μέρος τῆς δηλουμένης οἰκίας καὶ τῶν χρηστρίων πάντων καὶ ἀπέσχον τὰς τῆς τιμῆς δραχμὰς τρισχιλίας πεντακοσίας καὶ βεβαιώσω ὡς πρόκειται. οτος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.