no image
DDbDP-text
Byzantinischer Brief (I) via HGV-meta
Linked by Trismegistos ID
TM 35840.
Each record below describes this same artifact or text from a different angle.
μάθῃ ἡ σὴ εὐσέβεια, ὅτι ηὑρέθησαν πάντες οἱ γεωργοὶ τῆς κώμης λέγοντες ὅτι· ἔχομενἔχωμεν τὴν ἰσάτιν ἡμῶν· οὐ παρέχομενπαρέχωμεν ἓν κεράτιονκερατιν εἰς τὸ δημόσιον ἡμῶν , εἰ μὴ ἔρχεται ὁ μονοπωλάριος καὶ λάβῃ τὴν αὐτὴν ἰσάτιν ἡμῶν. οἱ δὲ μὴ ἔχοντες ἰσάτιν δέδωκαν ἐγγυητὴν ἱκανόν, ὅτι οἱ ἔχοντεςἔχωντες περιττὸν ἰσάτιν καταβάλλουσιν ὑπὲρ τῶν μὴ ἐχόντων. θέλησον δὲ ἀνελθεῖν πρὸς τὸν γεοῦχον καὶ παρακαλέσαι αὐτόν, ἵνα πέμψῃ τὸν αὐτὸν μονοπωλάριον ἐνταῦθα πρῶτον. καὶ περὶ τοῦ σίτου οὐκ ἐπώλησα ἑνὸς ὁλοκοττίνου, θεὸς οἶδεν ὁ μόνος. καὶ οἱ χρεωστοῦντεςχρεωστο͂ντες τὴν λοιπάδαλοιπάδαν τοῦ σίτου οὐκ ἠθέλησαν δοῦναι τὴν τιμὴν τοῦ αὐτοῦ σίτου λέγοντες ὅτι· εἰ μὴ λάβῃς τὸν αὐτὸν σῖτον. γράψον μοι δὲ τὸ τί ὀφείλει γενέσθαι. ἀπῄτησα γὰρ ἓξ νομίσματα καὶ δέδωκα αὐτὰ λόγῳ προχρείας. κατέχει μοι δὲ Πέτρος καὶ Μηνᾶς οἱ παῖδες ἔχεις δὲ τὸ πιττάκιον αὐτῶν τοῦ ἑνὸς τρίτου νομισματίουνομισματιων. ἔχεις δὲ διὰ ἄπα Σιρίου τοῦ συμμάχου τοῦ ἑνὸς νομισματίου, ἵνα τοῦ αὐτοῦ ἄπα Σιρίου ἓν νόμισμα. πολλὰ δὲ προσαγορεύω ὑμᾶς. ἐπίδος τῷ θεοσεβεστάτῳ κυρίῳ ἡμῶν Μαρτυρίῳ πρεσβυτέρῳ παρὰ Ἠσαείου διακόνου πιττάκιον σίτου καὶ χρυσοῦ ὑπὲρ κώμης Σενύρεως α ἰνδικτίωνοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.