no image
DDbDP-text
Tilgung einer Darlehensschuld via HGV-meta
Linked by Trismegistos ID
TM 15337.
Each record below describes this same artifact or text from a different angle.
Κωνσταντῖνος Καλλινίκου σιγγουλάριος τῷ ἀδελφῷ Διοσκόρῳ Ἀπολλῶτος ἀπὸ Ἀφροδίτης. ἐδεξάμην καὶ ἐπληρώθην παρὰ σοῦ τοῦ τρίτου σου μέρους τοῦ γραμματίου τοῦ γεναμένου τῷ ἐμῷ πατρὶ παρὰ Ἀπολλῶτος καὶ Σενούθου τῶν μακαριωτάτων· καὶ εἰ εὑρεθείη ποτὲ καιρῷ τὸ αὐτὸ γραμμάτιον, ἄκυρον ἔσται καὶ ἀνίσχυρον πανταχοῦ προφερόμενον ὑπὲρ τοῦ τρίτου σου μέρους παρʼ οἱουδήποτε προσώπου. καὶ διὰ τὸ ἐμὲ ἀπηλλάχθαι πρὸς σὲ περὶ τούτου καὶ πεπληρῶσθαι ταύτην ἐθέμην σοι τὴν λύσιν κυρίαν οὖσαν καὶ βεβαίαν μεθʼ ὑπογραφῆς ἐμῆς ὁλόγραφον χειρὶ ἐμῇ. ἐγράφη Μεχεὶρ κη ἰνδικτίωνος ιδ. Κωνσταντῖνος Καλλινίκου πεποίημαι τήνδε τὴν λύσιν ὡς πρόκειται. δηλονότι τὸ δοθέν σοι παρὰ Καλλινίκου τοῦ μακαριωτάτου μου πατρὸς ἐντάγιον προσερτων ἄκυρον εἶναι καὶ ἀνίσχυρον πανταχοῦ προφερόμενον· ὁ αὐτὸς σεσημείωμαι. χειρόγραφον γα γενόμενον παρὰ Κωνσταντίνου τοῦ υἱοῦ τοῦ μακαριωτάτου Καλλινίκου Ἀλεξάνδρου Καλλινίκῳ παρὰ τοῦ ἐμοῦ πατρὸς τοῦ μακαριωτάτου Ἀπολλῶτος καὶ Σενούθου Ἀπολλῶτος μακαριωτάτου τὸ τρίτον μου μέρος τοῦ χειρογράφου τωνωστουσιν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.