no image
DDbDP-text
τίς τινι εὐθυμεῖν. τῆς ἀπευκταίας
μοι ἀγγελίας σημανθείσης περὶ τοῦ
εὐμοίρου τινὸς πῶς ἠχθέσθην πανοικεσίᾳ οὐκ ἔχω τῷ λόγῳ παραστῆσαι. ὑμεῖς δέ, ἀδελφοί, ὡς φρόνιμοι καὶ
γινώσκοντες τὸ πᾶσι ἀποκείμενον
καὶ ὡς οὔτε πρῶτοι οὔτε ὕστατοι
ἐπάθετε τοῦτο γενναίως φέρετε τὸ συμβάν. ἐγὼ γὰρ θέλων αὐτοπροσώπως ὑμῖν συσταθῆναι
οὐκ ἐπῆλθέ μοι τῇ κώμῃ ἐπιβῆναι. μιμνῃσκόμενος τῆς πρὸς
τὸν εὔμοιρον συμπαθείας καὶ τῶν
ἐκείνου χαρίτων, ἃς πρὸς πάντας ἀφθόνως παρεῖχεν, παρακαλῶ οὖν ὑμᾶς μὴ ὀκνεῖν γράφειν μοι περὶ ὧν ὑμῖν ἐστιν
[…]…[…]…[…]…[…]… δευτε[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.