no image
DDbDP-text
Letter via HGV-meta
Linked by Trismegistos ID
TM 31474.
Each record below describes this same artifact or text from a different angle.
τάξεως τοῦ κυρίου μου κ τοῦ ὄνου μοῦ μελέτω σοί. καὶ ἐὰν μὲν εὐτραφέστερος γένηται καὶ δυνηθῇ πραθῆναι, πώλησον. ὑψηλόν μοι οὖν ὤνησαι ἄξιον σοῦ. ὡς ἐπείκτης πράττε καὶ ἔπειγε τὸν σῖτον, ἵνα μὴ ἐν αἰτίᾳ εὑρεθῇς. ποίη σον δὲ τὸν ἀδελφὸν Ἀντᾶν ἀνθʼ ἡ μῶν χάριν σοι ὁμολογεῖν δεόμε νον ἀναλωμάτων. παρὰ τοὺς ἄλ λους τοὺς κυρίους μου ἀδελ φούς, αὐτὸν Ἀντᾶν Ἀμμώνιον τὸν ἀσύγκριτον προσαγορεύω. ταῦτά σοι ἔστω καὶ ἀσχολουμένωι. ἐγράψαμεν δὲ τῇ Ἀντινόῳ οὐ π εἰδότες ὅποι δεήσει ἡμᾶς ἐκδημεῖν, γράψω σοί. περὶ ὧν βούλει ἐπιστέλλου κελεύων. ἐρρῶσθαί σε εὔχομαι, κύριε ἄδελφε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.