Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.harr.1.68Atripl
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Αὐρηλίῳ Διδύμῳ στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ Μάρκου Λουκρητίου Διογένους Ἀντινοέως. οὗ ἐπέδωκα Κλαυδίῳ Ἑρεννιανῷ τῷ κρατίστῳ δικαιοδότῃ διέποντι καὶ τὰ κατὰ τὴν ἡγεμονίαν βιβλιδίου καὶ ἧς ἔτυχον ὑπογραφῆς ἀντίγραφον ὑπόκειται, καὶ ἀξιῶ τὰ ἀκόλουθα πραχθῆναι, ἐπιτρόπον καταστῆσαί σε τοῖς ὑπογεγραμμένοις ἀφήλιξι εἰςἰς τὸ μηδὲν αὐτοῖς παραπολέσθαι, τοῖς νόμοις ἀκολούθως. ἐστὶ δέ· Τιβερίῳ Κλαυδίῳ Ἑρεννιανῷ τῷ κρατίστῳ δικαιοδότῃ διέποντι καὶ τὰ κατὰ τὴν ἡγεμονίαν ἐκ θείας κελεύσεως, παρὰ Μάρκου Λουκρητίου Διογένους Ἀντινοέως. δέησιν ἁρμόζουσαν τῇ σῇ καλοκἀγαθίᾳκαλοκαγαθειαν προσφέρειν μέλλων, ἐν ἐλπίδι εἰ μὶ τῶν ἀπὸ σοῦ δικαίων τυχεῖν. τὸ πρᾶγμα διὰ βραχέων ὁριῶ. τῷ διεληλυθότι μηνὶ Φαῶφι ἡ ἀδελφή μου Ὀκταουία Λουκρητία ἐτε λεύτησεν ἀδιάθετος ἐπὶ κληρονόμοις τρισὶν υἱοῖς ἐκ διαφόρων γάμων, Μάρκοις Αὐρηλίοις Ἰουλᾷ καὶ Λουκρητίῳ καὶ Ῥούφῳ ἀφήλιξι. ὁ μὲν οὖν εἷς αὐτῶν Ἰουλᾶς ὑποχείριόςὑποσχείριός ἐστι τῷ ἰδίῳ πατρὶ Μάρκῳ Αὐρηλίῳ Ἥρωνι. ἀπέλαβεν οὖν τὸ ἐπιβάλλον αὐτῷ μέρος τῶν ἀπολελιμμένων. οἱ δὲ ἕτεροι ὁ μὲν Λουκρήτιος ἀπάτωρ γεγένηται, τοῦ δὲ Ῥούφου ὁ πατὴρ ἐτελεύτησεν, καὶ οὐδεὶςοὐδὶς αὐτοῖς ὑπάρχει ἐνγυτέρω γένειγένι ἢ ἐγὼ Λουκρήτι ος Διογένης, διʼ οὕσπερ τήνδε τὴν δέησινδεουσαν ποιοῦμαι, καὶ παρακαλῶ, ἐάν σου τῇ τύχῃ δόξῃ, κελεῦσαι γράψαι διʼ ὑπογραφῆς τῷ τῆς Ἡρα κλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ στρατηγῷ, ἔνθα ἐστὶν αὐτῶν τὰ πράγματα, καταστῆσαί με ἐπίτροπον τῆς ὀρφανίαςὀρφανείας τῶν παί δων, ἵνα δυνηθῶ τὴν διοίκησιν τῶν καταλειφθέντων αὐτοῖς ποιήσασθαι, πρὸς τὸ ταῦτα φυλαχθῆναι αὐτοῖς εἰςἰς τελείωσιντελείωσειν. διευτύχει. Μάρκος Λουκρήτιος Διογένης Μάρκου Αὐρηλίου Σαραπίωνος ἐπιδέδωκα. ὁ στρατηγὸς πρὸ ὀφθαλμῶν ἔχων τὸν ἴδιον κίν δυνον ἐπίτροπον τοῖς ἀφήλιξι καταστῆσαι φροντιεῖ. κολλημάτωνκολλημάτων ξη. Λουκρήτιος ἔτους δ αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ Τῦβι ιζ.Cross-references (3)
- TM-Text 11439 primary
- DDbDP-Text p.harr;1;68Atripl tier-1
- HGV-Text 11439 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.