no image
DDbDP-text
παρά
ἀπήντησεν Ἰωνᾶς, καθὼς ἔγραψεν ἡ σὴ ἀρετή, μετὰ τοῦ χρυσίου, λίτρας τρεῖς οὐγκίας δύο γράμματα ὀκτὼ ·
ἐδιεφώνησεν κεράτια τρία καὶ εὑρέθη παραχαράξιμα τρία καὶ …θη…ησ…βη…ρ κεράτια […]
ἐν οἷς παραχαράξιμα ἑπτά . καὶ μὴ ἀμελήσῃς γράψαι διὰ τὰς ἀποχάς. τί ποιήσωμεν
μετὰ Δωσιθέου; ἢ καταφρονήσωμεν τῶν δέκα χρυσίνων, ἢ γοῦν ἕν τι ἔχωμεν; καὶ
οὐκ οἴδαμεν πῶς ἀποβαίνῃ. οἶδεν γὰρ καὶ ὁ ἀδελφὸς Ἡρακλείδης πόσα ἐποιήσαμεν, οἶδε
καὶ ὁ κύριός μου Πέτρος καὶ περιειργασάμεθα πάντας τοὺς παραπομποὺς καὶ εὑρέθησαν
ποδήρεις βαλόντες. λοιπὸν μὴ ἀμελήσῃς, γράψον καὶ ἀπόστειλον τεσσεράκοντα χρύσινα.
οἶδεν γὰρ ὁ θεός, ἐγὼ οὐκ ἔχω ἐνταῦθα. μὴ οὖν ἀμελήσῃς ἐπειδὴ αἱ ἀποχαὶ λεπταὶ
εἰσίν, τ… ὁρι…ν καὶ παρεσχόμεθα καὶ τῷ ἀδελφῷ Ἰωνᾷ κεράτια ἕξ . τὰ δὲ
ψηφοβόλα ἐπέταξα διὰ τὸ μὴ ἔχειν με…ρ…λομα, οὐ δέχομαι αὐτά. μὴ ἀμελήσῃς
τῶν ἀποχῶν, καθὼς ἔγραψα. παράπεμψον καὶ γράψον μοι μετὰ τῶν τεσσεράκοντα
χρυσίνων τὴν ἀποχὴν τῆσδε τῆς ὀβρύζης …ης. καταξίωσον ἐξαποστεῖλαι, ἐπεὶ τὰ
χρήματα κατεβλήθη ἐνταῦθα, … περιήτασα πόσα σοὶ […]ενοντε
ὀβρυζιακὰ …πε[…]ια, σοὶ δὲ τὴν ἀποχὴν[…]…[…]ψ[…]
τὰ …θια, οἶδεν ὁ θεὸς …[…]
[… 2 lines lost …]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.