no image
DDbDP-text
Arbeitsvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 36176.
Each record below describes this same artifact or text from a different angle.
ἀμελίαν μηδένα τρόπον περὶ ἐμὲ γενέσθαι, καὶ δέξασθαί με λόγῳ μισθοῦ ἑκάστης ἐργασίμης ἡμέρας ἀργυρίου μυριάδας ἑβδομήκοντα πέντε τρεφόμενος ἐκ τοῦ ἐμοῦ μισθοῦ, καὶ μὴ ἐξεῖναί μοι ἐντὸς τοῦ χρόνου ἀναχωρεῖν ἀπὸ σοῦ. εἰ δὲ τοῦτο ποιήσω, ὁμολογῶ διδόναι σοι λόγῳ προστίμου χρυσοῦ νομισμάτιον ἕν , καὶ σὲ δὲ ἐκβάλλοντά με πρὸ τοῦ χρόνου δίχα αἰτίας τινὸς ὑποκεῖσθαι μοι τῷ ἴσῳ προστίμῳ. κύριον τὸ συνάλλαγμα ἁπλοῦν γραφέν, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀπολλῶς υἱὸς Φιλοξένου πεποίημαι τὸ μισθωτικόν, καὶ συμφωνεῖ μοι ὡς πρόκειται. Δωρόθεος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. di emu Paulou ἐκ τῆς Ὀξυρυγχιτῶν ἸσακίῳSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.