Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.50.3595
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Αὐρηλίαις Λεονταροῦτι καὶ Πλουσίᾳ καὶ ὡς χρηματίζετεχρηματίζεται διὰ Αὐ ρηλίου οδώρου ἐπιτρόπου παρὰ Αὐρηλίου Παήσιος Ἡφαιστᾶ τος μητρὸς Θαϊσοῦτος καταγεινομένου ἐν κώμῃ Σενέπτα κεραμέως οἰνικοῦ κεράμου. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἐπὶ χρόνον ἔτη δύο ἀπὸ τοῦ ὄντος μηνὸς Θὼθ τοῦ ἐνεστῶτος ζ ἔτους τὸ ὑπάρχον ὑμῖνὑμεῖν ἐν ἐποικίῳ μεγάλῳ κτήματος περὶ Σενέ πτα κεραμεῖον οἰνικοῦ κεράμου σὺν ταῖς τούτου καμάραις καὶ καμίνῳκαμείνῳ καὶ λίθῳ κεραμευτικῷ καὶ τοῖς ἄλλοις χρη στηρίοις, ἐπὶ τῷ με κατʼ ἔτος πλάσαι ὑμῖνὑμεῖν καὶ ὀπτῆσαι καὶ ὑποκαῦσαι καὶ πισσῶσαιπισωωσαι κοῦφα Ὀξυρυγχειτικὰ τετρά χοατετάρχοα λεγόμενα ἀριθμῷ μυριάδαμυράδα μίαν καὶ πεντακισχί λιαπεντακισχείλια , διπλοκέραμα ἑκατὸν πεντήκοντα, δίχοα ἑκατὸν πεν τήκοντα, ὑμῶν παρεχουσῶν χοῦν χαυνόγειονχαυνόγιον καὶ ἀμμόγειον καὶ μελάνγειον καὶ πρὸς τῇ καμίνῳκαμείνῳ τὰ αὐτάρκη καύματα καὶ ὕδατα εἰς τὴν δεξαμενὴν καὶ πρὸς πισσοκοπίαν πίσσης ὁλκῆς μέτρῳ Ἀλίνης ὡς τῆςτην μυριάδοςμυράδαςμηραδας μιᾶς τάλαντα εἴκοσι ἕξ, ἐμοῦ δὲ παρέ χοντος ἐμαυτῷ τοὺς αὐτάρκεις πλάστας καὶ ὑπουργοὺς καὶ ὑποκαύστας καὶ λαμβάνοντος ὑπὲρ μισθοῦ μόνων τῶν ἁπλοκεράμων ὡς τῶν ἑκατὸν δραχμὰς τριάκον τα δύο καὶ ὑπὲρ ἐκτάκτου τῆς μυριάδος οἴνου κεράμια δύο ὄξους κεράμια δύο. τὰς δὲ συναγομένας τῶν μισθῶν δραχμὰς τετρακισχιλίαςτετρακισχείας ὀκτακοσίας ἀπολήμψομαι κατʼ ἔ τος ταῖσδε ταῖς δόσεσι, ἀπὸ Θὼθ ἕως Παχὼν κατὰ μῆ να δραχμὰς τετρακοσίας, Παῦνι Ἐπεὶφ εἰς ὑπόκαυσιν κατὰ μῆ να δραχμὰς πεντακοσίας, Μεσορὴ τὰς λοιπὰς δραχμὰς διακοσίας. ἐὰν δὲ μετὰ τὸν προκείμενον ἀριθμὸν ἕτε ρα κοῦφα πλάσω καὶ τούτων χρείαν ἔχητεἔχηται, ἔξεσται ὑ μῖνὑμεῖν βαστάξαι αὐτὰ λαμβάνοντός μου παρʼ ὑμῶν τὸν ἴσον μισθὸν καὶ τὴν πίσσαν καὶ τὰ ἄλλα καθʼ ὁμοιό τητα τοῦ προκειμένου ἀριθμοῦ. βεβαιουμένης δέ μοι τῆς ἐπιδοχῆς παραδώσω τὰ προκείμενα κοῦφα ἐ πὶ τῶν τοῦ αὐτοῦ κεραμείου ψυγμῶν ἀπὸ χειμε ρινῆςχιμερινῆς πλάσεως καλῶς ὠπτημένα καὶ πεπισσοκο πημένα ἀπὸ πυθμένος μέχρι χειλῶν μὴ πιδῶν τα χωρὶς θεραπευσίμωνθεραπευσίνων καὶ ἐπισινῶνπισινῶν ἑκάστου τετρα χόου χωροῦντος μέχρι χείλουςχειλου κοτύλας Μαξιμια νὰς εἴκοσι καὶ ἐπὶ τέλει τοῦ χρόνου παραδώσω τὸ αὐ τὸ κεραμεῖον καθαρὸν ἀπὸ σποδοῦ καὶ ὀστράκων, γεινομένης τῆς πράξεως ὡς καθήκει, μένοντος τοῦ λόγου περὶ ὧν ἐὰν φανῶ ὀφείλων. ἡ ἐπιδο χὴ κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Θὼθ ζ. Αὐρήλιος Παῆσις Ἡφαιστᾶτος μεμίσθωμαι τὸ κερα μεῖον καὶ ποιήσομαι τὴν πλάσιν τῶν προκειμένων κούφων μυρίωνμοιρίων καὶ πεντακισχιλίωνπεντακισχειλίων, διπλοκερά μων ἑκατὸν πεντήκοντα, διχόων ἑκατὸν πεντή κοντα ἐπὶ τοῦ ἐπάνω μισθοῦ καὶ ἐκτάκτωνεκτακτοις καὶ παραδώ σω ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρή λιος Θέων ὁ καὶ Ἀσκληπιάδης ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰ δότος γράμματα, μένοντος τοῦ λόγου ὡς ἐπάνω δεδή λωται.Cross-references (3)
- TM-Text 15408 primary
- DDbDP-Text p.oxy;50;3595 tier-1
- HGV-Text 15408 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.