Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mert.1.10

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ἑβδόμου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Ὑπερβερεταίου τετράδι Μεσορὴι τετράδι ἐν Φιλαδελφείᾳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Πασίων Πετάλου ὡς ἐτῶν τεσσαράκοντα ἐννέα οὐλὴοὐληι ἀντίχειρι ἀριστερῶι Ἁρμιύσει Ὥρου Πέρσηι τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσαράκοντα οὐλὴοὐληι δακτύλωι πρώτωι χειρὸς ἀριστερᾶς τὸν ὑπάρχοντα αὐτῶι περὶ τὴν προγεγραμμένην κώμην κλῆρον ἀρουρῶν τριῶν ἢ ὅσων ἐὰν ἦι ἐπικαλούμενον ἡμιαρουρίου εἰς ἔτηἔτηι τρία ἀπὸ τοῦ εἰσιόντος ὀγδόου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἐκφορίου ἐπὶ μὲν τὰ πρῶτα ἔτηἔτηι δύο κατʼκαθʼ ἔτος σὺν αἷς λήμψεται ὁ μεμισθωμένος σπερμάτων κριθῆς ἀρτάβαις τρισὶ κριθῆς ἀρταβῶν τριάκοντα τὸ δὲ τρίτον ὅ ἐστιν ἔσχατον ἔτος τῆς μισθώσεως εἰς σπορὰν χόρ του εἰς κατάβρωμα καὶ κοιτασμὸν προβάτων ἀσπερμὶἀσπερμεὶ πυροῦ ἀρταβῶν ἐννέα πάντα δὲ μέτρωι τετάρτωι ἐμπόρων ἀνυπο λόγων παντὸς ὑπολόγου. μὴ ἐξέστωἐξέστωι οὖν τῶι μεμισθωμένῳ πρὸ τοῦ χρόνου ἐγλιπεῖν τὴν μίσθωσιν, ἀλλὰ καὶ τὰ κατʼκαθʼ ἔτος ἔργα πάντα τοῦ κλήρου καὶ τοὺς χωματισμοὺς καὶ ποτισμοὺς καὶ τὴν ἄλλην γεωργικὴν ἐπιμέλειαν πᾶσαν ἐπιτελείτωἐπιτελειτωιεπιτελειτωσαν ἐκ τοῦ ἰδίου καὶ τὰ κατʼκαθʼ ἔτος ἐκφόρια ἀποδιδότωἀποδιδότωι τῶι Πασίωνι ἀεὶ ἐν μηνὶ Παῦνι ἐν τῆι κώμηι νέα καθαρὰ καὶ ἄδολα, καὶ μετὰ τὸν χρόνον παραδότωπαραδότωι τὸ ἔδαφος καθαρὸν ἀπὸ θρύουθροίου καλάμου ἀγρώστεως δείσηςδίσης πάσης καὶ ἀναπεπαυμένον καθὼς πρόκειται· ἐὰν δέ τις κοπρισμὸς γείνηται δώσει ἕκαστος κατὰ τὸ ἥμισυ , τῆς πράξεως οὔσης τῶι Πασίωνι ἔκ τε τοῦ Ἁρμιύσιος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθάπερ ἐκἐγ δίκης. βεβαιούτωβεβαιούτωι δʼ αὐτῶι καὶ αὐτὸς ὁ Πασίων τὴν μίσθωσιν ἐπὶ τοῖς προκειμένοις καὶ ἀπὸ δημοσίων. ὑπογραφεὺς Ἡρακλᾶς Φαήσιος ὡς ἐτῶν εἴκοσι ἑνὸς οὐλὴοὐληι πήχει δεξιῶι. Πασίων Πετάλου μεμίσθωκα τὸν κλῆρον ἐπὶ πᾶσιπᾶση πάντων τῶν προγεγραμμένων καὶ βεβαι ώσω. Ἁρμιῦσις Ὥρου Πέρσης τῆς ἐπιγονῆς μεμίσθωμαι τὸν περὶ Φιλαδελφῆαν τοῦ Πασίωνος κλῆρον ἀρουρῶν τριῶν ἢ ὅσων ἐὰν ᾖ ἐπικαλούμενον ἡμιαρουρίουεἱμιαρουρίου εἰς ἔτη τρία ἀπὸ τοῦ ὀγδόου ἔτους Τιβερί ου Καίσαρος Σεβαστοῦ ἐκφορίου τὰ μὲν πρῶτα ἔτη δύο κατʼκαθʼ ἔτος σὺν σπέρμασι κριθῆς ἀρτάβαιςἀρτάβας τρισὶ κριθῆς ἀρταβῶν τριάκοντα τὸ δὲ ἔσχατον ἔτος εἰς σπορὰνφορὰν χόρτουχώρτου εἰς κατάβρωμα καὶ κοιτασ μὸν προβάτων ἀσπερμὶ πυροῦ ἀρτα βῶν ἐννέα πάντα δὲ μέτρῳμετρο τετάρτῳτεταρτο ἐμπόρωνἐμπορο, καὶ τὰ ἄλλα ποιήσωποησο καθὼς πρό κειται. ἔγραψα ὑπὲρ αὐτοῦ Ἡρακλᾶς ΠαήσιοςΠαησις διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. ἔτους ζ Τιβερίου Καίσαρος Σεβαστοῦ Μεσορὴ δ ἀναγέγραπται διὰ Βακχ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.