Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.6.910

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐμίσθωσεν Ἱερακίων Ἱερακίωνος ἀπʼ Ὀ ξυρύγχων πόλεως ἀγορανομήσας τῆς αὐτῆς πόλεως Τεῶτι Σαραπάμμωνος μητρὸς ατος καταγεινομένῳ ἐν κώμῃ Πα κέρκη ἀπηλιώτου τοπαρχίας εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος ϛ ἔτους τὰς ὑπαρχούσας αὐτῷ περὶ τὴν Πακέρκη ἀρού ρας πέντε , ὥστε τῷ μὲν ἐνεστῶτι ϛ ἔτει καὶ η ἔτει σπεῖραι πυρῷ ἐκφορίου κατʼ ἔτος κατʼ ἄρουραν ἀνὰ πυροῦ ἀρτάβας ἕξ , τῷ δὲ ἑξῆς ζ ἔτει καὶ θ ἔτει ξυλαμῆσαι χλω ροῖς φόρου ὡσαύτως κατʼ ἔτος κατʼ ἄρου ραν ἀνὰ δραχμὰς τριάκοντα δύο . ὁμο λογεῖ δὲ ὁ μεμισθωμένος αὐτόθι ἐσχηκέναι καὶ παραμεμετρῆσθαι παρὰ τοῦ γεούχου ἐν προχρείᾳ εἰς σπέρμα ὑπὲρ τῆς γῆς μόνου τοῦ ἐνεστῶτος ἔτους πυροῦ ἀρτάβας ἑπτά , ὧν τὰς ἴσας ἐπά ναγκον ἀποδώσει αὐτῷ ἅμα τοῖς τῆς γῆς ἐκφορίοις τῷ Παῦνι μηνὶ τοῦ αὐτοῦ ἐνεστῶτος ἔτους μέτρῳ ᾧ παρείληφεν ἀκίνδυνα πάντα παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τὸν γεοῦχον, ὃν καὶ κυριεύειν τῶν καρπῶν ἕως τὰ κατʼ ἔτος ὀφειλόμε να κομίσηται. ἐὰν δέ τις ἀπὸ τοῦ εἰσιόν τοςἰσιόντος ἔτους, ὃ μὴ εἴη, ἄβροχος γένηται παραδεχθήσεται τῷ μεμισθωμένῳ, ὃς βεβαιουμένης τῆς μισθώσεως ἀποδότω τὰ ἐκφόρια καὶ τοὺς φόρους κατʼ ἔτος μηνὶ Παῦνι, τὸν δὲ πυρὸν ἐφʼ ἅλω τῆς Πακέρκη νέον καθαρὸν ἄδολον ἄκριθονἄκρειθον κεκοσκινευμένον μέτρῳ τετραχοινίκῳτετραχοινείκῳ παραλημ πτικῷ τοῦ γεούχου, τῆς μετρήσεως γεινομένης ὑπὸ τῶν παρʼ αὐτοῦ, καὶ ἡ πρᾶ ξις ἔστω ἔκ τε αὐτοῦ καὶ ἐκ τῶν ὑπαρ χόντων αὐτῷ πάντων, ἐπὶ τῷ τὸν αὐτὸν μεμισθωμένον παραδοῦναιπαραδῶναι τὴν γῆν τῷ ἐσχάτῳ ἐνιαυτῷ τεθρυοκο πημένην καὶ καθαρὰν ἀπὸ θρύου καὶ δεί σης πάσης. κυρία ἡ μίσθωσις. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Καίσαρος ἀποδεδειγμένου Αὐτοκράτορος Ἁθὺρ η. Τεῶς Σαρα πάμμωνος μεμίσθωμαι ἐπὶ τὰ τέσσαρα ἔτη τὴν γῆν ἐκφορί ου καὶ φόρου κατʼ ἄρουραν κατʼ ἔτος τῆς μὲν ἐν πυρῷ διετίας ἀνὰ πυ ροῦ ἀρτάβας ἕξ , τῆς δὲ ἐν χλω ροῖς ἀνὰ δραχμὰς τριάκοντα δύο , καὶ ἔσχον τὰς τῶν σπερμάτων πυροῦ ἀρτάβας ἑπτὰ καὶ ἀποδώσω πάντα ὡς πρόκειται. Πτολεμαῖος Διο νυσίου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδό τος γράμματα.

Translations (1)

EN scholarly · from P.Oxy. 6
Date and signature of the lessee.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.