no image
DDbDP-text
Teilpachtvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 17640.
Each record below describes this same artifact or text from a different angle.
μεμίσθωμαι παρὰ σοῦ πρὸς μόνον τὸν παρόντα ἐνιαυτὸν κατασπορᾶς γενήματος σὺν θεῷ μελλούσης τεσσαρεσκαιδεκάτης ἰνδικτίονος τὸ ὑπάρχον σοι γεώργιον ἀρουρῶν ὅσων ἐστὶν ντων κατὰ τὰ τρία ἐφʼ ᾧ με τὴν πᾶσαν γεωργικὴν ἐργασίαν ποιήσασθαι ἐκ τῶν ἰδίων μου ζῴων καὶ ἀναλωμάτων ἄνευ καταφρονήσεως καὶ ἀμελίας, τῆς δὲ σπερμοβολίας διδομένης παρʼ ἐμοῦ, καὶ τοῦ καιροῦ γενομένου τὸ περιγιγνόμενον παντοίων γενημάτων καὶ ἀχύρων εἰς ἡμᾶς μερισθήσεται κατὰ τὸ ἥμισυ, εἰς ἐμὲ μὲν ὑπὲρ τῶν καμάτων, εἰς σὲ δὲ ὑπὲρ τῶν ἐκφορίων, ἀράκου ἐκ τοῦ προκειμένου γεωργίου μερισθήσεται εἰς ἡμᾶς κατὰ τὸ τριμερές, ἐμὲ μὲν λαβεῖν μέρος ἓν ὑπὲρ τῶν καμάτων, σὲ δὲ λαβεῖν μέρη δύο ὑπὲρ τῶν ἐκφορίων. ειν τὴν σπερμοβολίαν καὶ λαμβάνω τὰς δὲ λιβικὰς ἀλλοτρίας ἀρούρας ου τὸ γεωργικὸν μέρος τοῦ δὲ ξυλικοῦ σου ὀργάνου εἶναι ης ἐκ τοῦ κοινοῦ λόγῳ μισθοῦ τὰ δὲ ἄλλα ἀναλώματα ἐκ τοῦ κοινοῦ ποιήσομεν. Κυρία ἡ μισθωσις δισσὴ γραφεῖσα, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ἀνδρέας υἱὸς τοῦ δεῖνος ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος ὁ δεῖνα ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. ἐγράφη διʼ ἐμοῦ ἈβρααμίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.