Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.heid.8.416

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ὡς ἐτῶν μ, , κλαστός, ἀναφάλανθος, ἔνσιμος . Ἑριεὺς Σ Ἡρακλεοπολίτης βασιλικὸς ε ἄμισθος. μαρτυρεῖ Περιγένει τῶι καθισταμένωι ἐφʼ Ἑρμο στρατηγοῦ πρὸς Προν καὶ Κρ καὶ Κλεόξενον καὶ Λῶτον καὶ Τήλεφον καὶ Πᾶιν καὶ . οἰκῶ ἐν κώμηι μμορ τοῦ Ἡρακλεοπολίτου. τοῦ δὲ ἔτους, μηνὸς ἑπτακαιδεκάτηι, ἀκούσας θορύβου πολλοῦ καὶ κραυγῆς πρὸς τῶι Περιγένου ὧι μαρτυρῶ σταθμῶι, ὅς ἐστινὄντι ἐν τῆι προειρημένηι κώμηι, παρεγενήθην μετʼ ἄλλων ἐπὶ τὸν διασαφούμενον σταθμὸν καὶ κατέλαβον καθʼ ὧν μαρτυρῶ, τινὰς μὲν αὐτῶν ἔχοντας ξύλα, τινὰς δὲ λίθους, καὶ τας πρὸς τῶι τοῦ Περιγένου χορτοβολῶνι, ὅς ἐστιν ἐν τῶι προειρημένωι σταθμῶι, καὶ διακωλύοντας τοὺς τοῦ Περιγένου μισθίους Θεόδωρον καὶ Δημήτριον καὶ Πετοσῖριν συντιθέ ναι ἐν τῶι χορτοβολῶνι χόρτον, οὓς καὶ τύπτοντες καὶ λιθά ζοντες ἐξέβαλλον ἐκ τοῦ χορτοβολῶνος. ἀγανακτοῦντος δὲ κἀμοῦ καὶ τῶν ἄλλων τῶν παρόντων ἐπὶ τῶι μετὰ βίας καὶ πρὸ κρίσεως τοιαῦτα συντελεῖσθαι αὐτοὺς καὶ τοῦ Περιγένου οὐκ ἐπιτρέψαντος αὐτοῖς βιάζεσθαι Κλεόξενος καὶ Λῶτος καθʼ ὧν μαρτυρῶ ἀναδραμόντες ἐπὶ τὸν Σεμφθέως πύργον, ὃς τυγχάνει γειτνιῶν τῶι χορτοβολῶνι, ὕστερον δὲ μετελθόντες ἐπὶ τὸν ἑαυτῶν ἐλίθαζον τοὺς περὶ τὸν Περιγένην, ὥστε καὶ ἕνα τῶν παρόντων ἱππέων Ζηνόδωρον πληγῆναι λίθωι εἰς τὸν ἀστράγαλον. οἱ δʼ αὐτοὶ οἷς εαν ξύλοις τοῦ Περιγένου καὶ τῶν παρʼ αὐτοῦ ειαπρεβληντο εχς ἱμάτια. κατακρατηθέντων δʼ αὐτῶν καὶ τοῦ χόρτου συντιθεμένου ὑπὸ τῶν παρὰ τοῦ Περιγένου ενος εις αυτειπι λη Περιγένμεν ἡμέρας συνθήσειν τὸν χόρτον τος δσεσθαι αὐτὸν καὶ τ τα χορτο βολῶν- τεσεσθαι τα καὶ τοῦ Περιγένου ἐπιμαρτυραμένου Κρέοντί τε τῶι ἐπιστάτηι παρόντι κἀμοὶ καὶ τοῖς ἄλλοις τοῖς παροῦσι οὕτως ἀνελύ σαμεν. τῆι δὲ νυκτὶ τῆι φερούσηι εἰς τὴν ὀκτωκαιδε κάτην συνέβη ον ἐμπυρισθῆναι. τῆι δὲ τρίτηι καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς ἐπήγαγον ἐμέ τε καὶ ἄλλους οἱ παρὰ τοῦ Περιγένου ἐπὶ τὸν χορτοβολῶνα καὶ ἐπέδειξαν αὐτοῦ τὸν ἀπὸ ἀπηλιώτου τοῖχον σὺν τῶι θυρίωι, διʼ οὗ τὴν εἴσ οδον ἐποιοῦν το τὰ τοῦ Περι γένου πρό βατα. διηρμήνευσεν Θέων Θέωνος Πέρσης τῆς ἐπιγονῆς, ὡς ἐτῶν , μέσος, μελίχρως, κλαστός, οὐλὴ ῥινὶ μέσηι. φέρει ἐπὶ τὸν στρατηγόν. Ἑριεῦτος

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.