no image
DDbDP-text
[column i]
ἀνέγνωσται ἔτους κγ Παχὼν […]
Συμμάχωι ἐπιστάτηι φυλακιτῶν· Πετοσῖρις κωμογραμματεὺς Θμοιναυσίρεως ὑποτέταχεν
ἡμῖν ἀντίγραφον οὗ εἴληφεν ὑπομνήματος παρ’ Ὀννόφριος τοῦ
Παχέους τοῦ γεωργοῦντος τὸν Σελεύκου κλῆρον βασιλικὸν δι’ οὗ
προεφέρετο τῆι φερούσηι νυκτὶ ἐπελθόντας τινὰς
ἐπὶ τὸν δηλούμενον κλῆρον
ὠιχῆσθαι ἔχοντας κριθίνων
…[…]…[…]… ποιήσεις συντάξας προνοηθῆναι[…]
[… ? lines lost …]
[column ii]
…[…]
ἄλλη· Στοτοήτης κωμογραμματεὺς Τεβέτνοι ὑποτέταχεν ἡμῖν
ἀντίγραφον ἧς εἴληφεν προσαγγελίας παρὰ Θεοφίλου τῶν
Φιλώτου ἰδιώτου ὑπὲρ τοῦ ἐπελθόντας τινὰς τῆι γ
τοῦ Παχὼν ἐπὶ τὸν ὑπάρχοντα αὐτῶι σταθμὸν ὠιχῆσθαι
ἔχοντας τὰ ὑπογεγραμμένα. καλῶς οὖν ποιήσεις συντάξας προνοηθῆναι ὅπως οἱ αἴτιοιἐκ παντὸς τρόπου ἀναζητηθέντες τεύξονται ὧν προσήκει.
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.