no image
DDbDP-text
[r]
Διονυσίωι οἰκονόμωι
παρὰ Ἁρμιύσιος τοῦ Πααβοῦτος
ἡγεμόνος. ἀπογράφομαι
εἰς τὸ ιθ ἔτος τὸ ὑπάρχον
μοι λουτρωνίδιον ἐν τῆι
περιστάσει μου ἐν κώμηι
Βουσίρει χαλκοῦ πρὸς ἀργύριον
ταλάντου ἑνὸς ἀφʼ οὗ
τάξομαι τὴν εἰς τὸ βασιλικὸν
τρίτην χαλκοῦ δραχμὰς Β
χορηγουμένου μου τὰ
ἐνκαύματα. ἐὰν δὲ οἱ ἐξειληφότες τελῶναι μὴ
ὑπομένωσιν συνχωρῆσαί μοι ἐπὶ τούτοις,
ὑπομένω λαβεῖν παρʼ αὐτῶν
τῶν καθηκόντων μοι
δύο μερῶν χαλκοῦ δραχμὰς Δ
παρέχειν αὐτοὺς τὸ
λουτρωνίδιον ἔνεργον
τοῖς ἑαυτῶν ἐνκαύμασιν
καὶ ἀναλώμασιν. ἀξιῶ οὖν
σὲ κατατάξαι μου τὸ ὑπόμνημα
ἐν χρηματισμῶι ἵνα μὴ
ἐξῆι τοῖς τελώναις συκοφαντεῖν με ὡς μὴ ἀπογεγραμμένον.
ἐπιδέδωκα δὲ καὶ τοῖς ἄλλοις
τοῦ ὑπομνήματος ἀντίγραφον[…]ει[…]
[… ? lines lost …]
[v]
Διονυσι…
οἰκονομ… … ιθ
…α…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.