no image
DDbDP-text
Φίλωνι ἀρχιφυλακίτηι παρὰ
Διονυσίου τοῦ Ζωίλου τοῦ
ἀντιγραφομένου παρʼ οἰκονόμου
τὴν ἀπόμοιραν τῶν περὶ Θεογονίδα
τόπων. τῆι ιη τοῦ ἐνεστῶτος
μηνὸς Φαμενὼθ ἤδη λύχνων καομένων
λουομένου μου ἐν τῶι καλουμένωι
Ἀριστοδήμου καινῶι βαλανείωι
καὶ χρωμένου σικύαι ἀρυταίνηι
περιεσπάσθην ὑπὸ Φίλωνός τινος
τῶν στρατιωτῶν ὡς παραχύτην
…με…[…]εἰπόντος προσπηδήσας μοι
μετʼ ἄλλων, ὧν τὰ ὀνόματα
ἀγνοῶ, ἔτυπτόν με πυγμαῖς τε
καὶ λακτίσμασιν εἰς ὃ τύχοι μέρος
τοῦ σώματος καὶ ἐκσπάσαντές
με ἐκ τοῦ βαλανείου ἦγον ὡς ἐπὶ
τὴν κατὰ τὸ Σαμοθράικιον πύλην.
ἐπιφανέντων δὲ τινῶν φυλακιτῶν
παρέδωκάν με αὐτοῖς. ἐπεὶ οὖν
κλινοπετής εἰμι, ἀξιῶ συντάξαι
ἀσφαλίσασθαι τὸν Φίλωνα καὶ τοὺς
μεθʼ αὑτοῦ μέχρι τοῦ ἐπιγνωσθῆναι
τὰ κατʼ ἐμέ. τούτου δὲ γενομένου
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.