no image
DDbDP-text
Linked by Trismegistos ID
TM 10038.
Each record below describes this same artifact or text from a different angle.
Φλαουίῳ Ἀβινναίῳ ἐπάρχῳ εἴλης στρατιωτῶν κάστρων Διονυσιάδος τοῦ Ἀρσινοίτου
νομοῦ παρὰ Αὐρηλίου Ἀβοῦλ Διονυσίου ἀπὸ κώμης Ἑρμοῦ πόλεως τοῦ αὐτοῦ νομοῦ. ἐκέρθησάν μου πρόβατα νυκτὸς τὸν ἀριθμὸν
ἕνδεκα ὑπό τινων κακούργων, καὶ ἐμοῦ ἀναζητοῦντος τὴν τῶν προβάτων κουρὰν ἤκουσα
Παῦλον τὸν σταρτιώτην τῶν ὑπὸ τὴν σὴν φροντίδα, καὶ ὑπέβαλεν τοὺς σὺν αὐτῷ κακοπραγμόνας Πέτρον υἱὸν Σαραπίωνος καὶ τὸν τούτου
ἀδελφὸν Μέλαν στρατιώτην καὶ Ἀπίωνα υἱὸν
Ὡρίωνος εἰρηνάρχου ἀπὸ τῆς αὐτῆς κώμης.
διὰ αὐτὸ τοῦτο ἀξιῶ καὶ δέομαί σου τῆς φιλανθρωπίας ὅπως τούτους συλλαβόμενος ἀναγκάσῃς …[…]βια[…] ὑπὸ τῶν κακοπραγμόνων
τούτων, εἶτα τὰ γραφέντα ὑπὸ ἐμοῦ εἰς γνῶσιν
τοῦ κυρίου μου δουκὸς ἀνενέγκῃς· αὐτοῦ γάρ ἐστιν
τοὺς τὰ τοιαῦτατολμῶντας εκδικεῖν. καὶ τούτου τυχὼν
χάριτά σοι ὁμολογήσω, κύριε. διευτύχει.
Αὐρήλιος Ἀβοῦλ ἐπιδέδωκα.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου
τὸ δ καὶ Κώνσταντος τὸ γ Αὐγούστων,
Ἐπεὶφ ε.
καὶ ἄλλοτε χοίρους μου ἀπήλασαν
οἱ αὐτοὶ οι…ουρβης τὸν ἀριθμὸν ϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.