no image
DDbDP-text
[…]…[…]
Στράτωνι οἰκονόμωι
παρὰ Διοδώρου τοῦ Αὐτομένου Μακεδόνος τοῦ τῶν
Νεοπτολέμου […]
γεωργοῦ τοῦ Μελανθίου κλήρου
βασιλικοῦ· πλειόνων
φθορῶν γενομένων ἐν ἧι
γεωργῶ γῆι ἐκ τοῦ διασαφουμένου κλήρου χ…
συνέβη διαπαρατηρουμένωι
καταλαβεῖν πρόβατα οὐκ ἄρα
ς… καλὰ εὑρόμενα ἐν τῆι
τεθηκοποιημένηι διʼ ἐμοῦ
χορτον…νι καὶ ὀλύραι,
ὧν νομεῖς Πανετβεῦις
…ατος καὶ …[…]…ς
[…]…υφου καὶ Πα…α[…]
…
ἃ καὶ βουλόμενος ………
ἐξεβιάσαντο οἱ νομεῖς τὰ πρόβατα σὺν ἑτέροις. ἐπεὶ οὖν
πεποίηκαν φθορὰν ἀρουρῶν ιβ ὧν
ἐκφόριον ἀνὰ πυροῦ ἀρτάβην α ἀξιῶ προνοηθῆναι, ὡς τῶν κτηνῶν καὶ
τῶν διασαφουμένων νομέων
ἀναχθέντων ταῦτα μὲν πραθῆι
οἱ δὲ νομεῖς τύχωσιν ἁρμοζόντως
ἵνα μηθὲν ἐλάττωμα τῆι γῆι
ἀναφέρηται.
ἔτους κα Ἐπεὶφ ιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.