no image
DDbDP-text
[r]
ἐλήφθη ἔτους ϛ Ἐπεὶφ κ. Ἐρασύχει βασιλικῶι γραμματεῖ. ἧς γεγράφασιν ἡμῖν ἐπιστολῆς Ἡρώιδης καὶ Ἀλέξανδρος σιτολογοῦντές
τινας τόπους τῆς ἄνω Ἀγήματος τὸ ἀντίγραφον ὑποτετάχαμεν. ἐὰν φαίνηται καλῶς ποιήσεις συντάξας
ἐπιστεῖλαι τοῖς παρὰ σοῦ συνχρηματίζειν αὐτοῖς τὰ καθήκοντα φόρετρα καθότι γράφουσι πρὸ τῆς
τῶν ὑδάτων εἰς τὰ πεδία ἐμβολῆς.
Ἡρώιδης καὶ Ἀλέξανδρος Φιλίππωι χαίρειν. παραγηγοχότες
εἰς τὸ ἐν Ἱερᾶι Νήσωι φρούριον ὥστʼ εἰς τὰ μετρήματα τῶν
στρατιωτῶν ἐκ τοῦ ἐν Ἀλιλάει θησαυροῦ μέρος τι τοῦ περιόντος σίτου καὶ κριθῆς καὶ ὀλύρας ἕνεκα τοῦ εἰθισμένον εἶναι
καὶ ἔτι τοῦ τόπου δυσφυλάκτου ὄντος. Ὧρον δὲ τὸν παρὰ
Ἐρασύχιος τοῦ βασιλικοῦ γραμματέως ἀντιγραφόμενον
ἡμᾶς μὴ ὑπομένειν ἡκέναι ἐπιστεῖλαι οἷς ἐπέσταλται
χρηματίσαι τὰ τούτων φόρετρα προφερόμενον ἐὰν μὴ
παρὰ τοῦ Ἐρασύχιος αὐτῶι προσφωνηθῆι. διὸ καλῶς ἔχειν
ὑπελάβομεν τὴν ἀναφορὰν ἐπὶ σὲ ποιήσασθαι ἵνʼ ἐμβλέψαντα εἰς τὴν τοῦ χειρισμοῦ ἀσφάλειαν καὶ καθὼς ποιεῖται
Ἡρώιδης ὁ ἀρχισωματοφύλαξ καὶ διοικητὴς ἐπιστολὰς
περὶ τοῦ παραδοθησομένου σίτου ἐν[…]νε[…]τα κώμαις
τῶν φρουρίων παράγειν εἰς τὰ φρούρια. ἐὰν σοί φαίνηται συντάξηις
τὴν προσήκουσαν ἐπὶ σὲ γραφὴν ποιήσασθαι. ἔρρωσο[…]
[v]
σιτ… ΦιλίππωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.