no image
DDbDP-text
Letter from Anatolius to Sarapion via HGV-meta
Letter from Anatolios to his patron Sarapion excusing his delayed visit. A private letter from Anatolios, apparently a priest of Hermes, to his patron Sarapion, apologizing for not visiting. He cites his daughters' illnesses and his religious duties during the festival processions of the month Pharmouthi, and promises to come afterwards. machine translation
Linked by Trismegistos ID
TM 21121.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῶι δεσπότηι μου Σαραπίωνι
Ἀνατόλιος χαίρειν.
οἶσθα ὡς εὔχομαι, κύριέ μου, καὶ κατʼ ὄψιν σε θεάσασθαι καὶ προσειπεῖν, ἅτε προστάτην ὄντα ἐμὸν καὶ προστατῶν τὸν ἀξιάγαστον· πολλάκις γοῦν προθυμούμενόν με καὶ ἐν ἔργωι,
τῆς ὥς σε ἀφίξεως ἐπεῖχον προφάσεις ἀπαραίτητοι, ἔνθεν μὲν τῶν θυγατέρων αἱ
νόσοι· ταύτας γάρ μοι θεῶν τις παρέσχε
κατʼ ἐπήρειαν, ἃς λύσειεν ὅμως· ἔνθεν δὲ
τῆς θρησκείας τοῦ φυλάττοντος θεοῦ Ἑρμοῦ
τὸ ἀπαραίτητον· ἐν ὁδῶι τοιγαροῦν ἤμην καὶ νῦν καλὴν καὶ ἁρμόττουσαν
τῷ σῶι ἀπαραιτήτωι ἤθει συνοδίαν
ἔχων, ἀποδημεῖν μέλλοντος τοῦ κυρίου μου ἀδελφοῦ Θεοφάνους τοῦ σοφοῦ
ὧι θαρρῶ …[…]… πολ[…]ωδ[…]… πανταχοῦ […]…δεσποτη[…]…ελ[…]ρ[…]…τι
…εως α[…]σχε[…] τῆς θρησκείας τῆς ἱερομηνίας τοῦ Φαρμοῦθι ἐνστάσης, ἐν ὧι
πολλαὶ καὶ συνεχεῖς κατὰ λόγον κωμασίαι
γίγνονται, αἷς παρεῖναι ἀναγκαῖον κατʼ ἀμφότερα, κατά τε τὴν περὶ τὸ θεῖον θεραπείαν καὶ τὸ κατὰ καιρὸν ἔχειν τὸν ἄριστον τῶν εὐχῶν τῶν ὑπὲρ τῆς σῆς ὑγιείας τε
καὶ δόξης. ἥξω δὲ θεῶν συνεργούντων
καὶ τὸ δύνασθαι παρεχόντων μετὰ τὸν
τῆς θρησκείας Φαρμοῦθι καιρόν. εὐδαιμονοίης διʼ ὅλου,
κύριέ μου, καὶ
θεοὶ δοῖεν ὅσα
σοι προσφιλῆ.
[v]
τῶι δεσπότηι Σαραπίωνι Ἀνατόλιος[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.