no image
DDbDP-text
Sarapion an seine Mutter via HGV-meta
Letter from Sarapion at Caesarea to his mother Demetrous. A private letter written at Caesarea by Sarapion to his mother Demetrous, sent with Heliodoros as he was about to leave for Cappadocia. He complains that she has not answered his many letters, hopes to visit soon with his patron's permission, and sends greetings to his sister Taesis, brother Zoilas and friends. machine translation
Linked by Trismegistos ID
TM 31909.
Each record below describes this same artifact or text from a different angle.
[r]
Σαραπίων … τῇ κυρίᾳ μου μητρὶ
[…]…[…]
Δημητροῦδι πολλὰ χαίρειν.
γράφω σοι διὰ Ἡλιοδώρου τοῦ ἡμετέρου ἀπὸ Καισαρείας μέλλων ἐξιέναι
ἐπὶ τὴν Καπαδοκίαν ἐρρωμένος, εὐχόμενος ὅπως ὁλοκληροῦσάν σε καὶ ὑγιαίνουσαν ἀπολάβω καὶ τὸ προσκύνημά σοι ποιῶ παρὰ τοῖς ἐπιξενοῦμαι θεοῖς.
ἤδη πολλάκις σοι ἐπέστειλα περὶ τῆς
σωτηρίας σου καὶ σὺ οὐκ ἠξίωκάς
μοι ἐπιστεῖλαι. καὶ ἂν διὰ λόγου μοι
πέμψον εἰ ὁλοκληρεῖς ἢ ὡς ᾖς,
ἵνα ἀμέριμνος ὦμαι, ἀλλὰ ἕως
νῦν ὀλιγωρῶ τὰ περὶ σοῦ μὴ κομισάμενός σου γράμματα. τάχα δὲ ἀξιώσω τὸν πάτρωνά
μου καὶ ἐν τάχει ἔλθω πρὸς ὑμᾶς
ἵνα ὑμᾶς προσκυνήσω διὰ πολλοῦ
χρόνου. δύνασθε δὲ πυθέσθαι τὰ
περὶ ἐμοῦ ἀπὸ τῶν ἡμετέρων
τοῦτʼ ἔστιν Νείλου καὶ ἀπὸ Εὐδαίμονος καὶ ἀπὸ τῶν ἐλθόντων
πρὸς ὑμᾶς. τὴν κυρίαν μου ἀδελφὴν πολλὰ προσαγόρευε Ταῆσιν
καὶ τὸν ἀδελφόν μου Ζωιλᾶν καὶ
τοὺς φίλους πάντας μεθʼ ὧν
ἐρρῶσθαί σε εὔχομαι πολλοῖς
χρόνοις.
[v]
Σαραπίων τῇ μητρὶ[…]… Δημητροῦδι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.