no image
DDbDP-text
Privatbrief via HGV-meta
Letter from the merchant Sarapion to his sister Sarapias. A private letter from Sarapion, a merchant, to his sister (probably his wife) Sarapias, reproaching her for not writing when many friends travelled, reporting a sale and the arrival of Hegemon, and sending greetings to the household. It was written in the reign of Caligula in October AD 38 and is associated with Philadelphia in the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 9455.
Each record below describes this same artifact or text from a different angle.
[r]
Σαραπίων Σαραπιάδι τῇ ἀδελφῇ πλεῖστα χαίρειν
καὶ διὰ παντὸς ὑγιαίνειν. γίνωσκέ με πεπρακότα πρὸς τὸν καιρόν· οὐ καλῶς δὲ ἐποίησας
ἐκπορευομένων πολλῶν φίλων μὴ σημᾶναί μοι μηδὲ ἓν εἰδυίας σου, ὅτι ἀγωνιῶ
περὶ ὑμῶν· λοιπὸν οὖν, ἐὰν λάβω τὰ κερμάτια
ὄψομαι, τί με δεῖ ποιεῖν· οὐ γὰρ ἀργὸν δεῖ με
καθῆσθαι· ἤθελον δὲ εἰ περὶ τῶν ἔργων
σεσημανκεις μοι ἢ εὔωνα γέγονε ἢ οὔ.
γίνωσκε δὲ Ἡγεμόνα εἰσεληλυθότα
τῇ τρίτῃ καὶ εἰκάδι· τὰ δʼ ἄλλα ἐπιμέλεσθε
αὑτῶν, ἵνʼ ὑγιαίνητε. ἀσπάζου τὰ παιδία
καὶ πάντας τοὺς ἐν οἴκῳ καὶ Πανεχώτην.
ἔρρωσο.
ἔτους γ Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
μηνὸς Σωτῆρος κγ.
[v]
ἀπόδος παρὰ Σαραπίωνος ἐμπόρου
Σαραπίωνι υἱῷ νεωτέρῳ εἰς οἶκονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.