no image
DDbDP-text
Petition via HGV-meta
Linked by Trismegistos ID
TM 33474.
Each record below describes this same artifact or text from a different angle.
ἀπὸ τῆς ἐ ἐφʼ ὅσον αὐτὴν τύχω μεν αναουο μετὰ καὶ τῶν ἐμοὶ προσηκόντων ὑπὸ Πεμουνίου τινὸς καὶ Ἀνουβίωνος ἀθλητοῦ καὶ Ἑρμείου καὶ Εὐθυμίας. οὗτοι γὰρ ἀλλήλοις συλλα βόντες ἐπιστάντες τῷ αὐτῷ ἀδελφῷ μου μετὰ τῶν αὐτῶν προσηκόντων μου καὶ πληγαῖς αὐτοὺς συνέκοψαν, ὡς καὶ φαίνεσθαι τὰ ἐπικείμενα πλήγματα τῷ αὐτῷ ἀδελφῷ μου, καὶ κινδυνεύει ἐξ ἀνθρώπων γενέσθαι. καὶ λιβέλλους ἐπιδέδωκα τῇ σῇ ἐπιεικείᾳἐπιεικίᾳ κατʼ αὐτῶν καὶ ἄλλοτε καὶ προσφώνησις ἐγένετο περὶ τούτου· καὶ οὐ μικρὸν τὸ τετολμημένον, ἐπιδίδωμι τῇ σῇ ἐπιεικείᾳἐπιεικίᾳ τούσδε τοὺς λιβέλλους, ἀξιῶν τὴν προειρημένην Εὐθυμίαν μετὰ τῶν ἄλλων συνεργῶν πάντων προειρημένων παραυτὰ ἀχθῆναι καὶ ἐν ἀσφαλεῖ αὐτοὺς εἶναι, ἐμοῦ τὴν ἔντευ ξιν κατʼ αὐτῶν ποιησαμένου τῷ κυρίῳ μου τῷ ἐκδίκῳ εἰς μείζονα ἐπεξέλευσιν. διευτύχει. Αὐρήλιος Βενιαμῖν Ἰωσῆτος πατρὸς ἔγραψα καὶ ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.