no image
DDbDP-text
Dialysis via HGV-meta
Linked by Trismegistos ID
TM 37274.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
[…]……[…]……[…]
παρὰ Δαυεῖτ ἐκ πατρὸς Πισραηλίου ἐκ μητρὸς Μαρίας, ὁ δὲ πατὴρ ἀπὸ Μεμνονίων ἡ δὲ
μήτηρ ἐν ὄρει Σκινεπώεως τοῦ Λυκοπολίτου νομοῦ, ἑξῆς παρέχοντος τὸν ὑπὲρ αὐτοῦ ὑπογράφοντα καὶ μάρτυρας μαρτυροῦντας ταύτῃ τῇ ἐγγράφῳ διαλυτικῇ ὁμολογίᾳ, †
Αὐρηλίοις Ἄπα Κῦρι καὶ Ἰωναθὰν καὶ Ἄννᾳ καὶ Μαριὰμ καὶ Γράμπᾳ καὶ Θέκλαι ὁμογνησίοις ἀδελφοῖς
τῶν προσφιλεστάτων μου ἀδελφῶν κατὰ πατέρα ἐκ μητρὸς Ῥαχῆλ ἀπὸ κώμης Μεμνονίων τοῦ
Ἑρμωνθίτου νομοῦ χαίρειν. ὁμολογῶ δίχα δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης
πάσης ἀλλʼ ἐξ οἰκείας προθέσεως ἀντὶ τῆς κληρο-νομίας τοῦ μακαρίτου ἡμῶν πατρὸς Πισραηλίου
διαλελύσθαι πρὸς ὑμᾶς ἐν παντὶ εἴδει καὶ γένει καὶ ποιότητι καὶ ποσότητι ἐν δὲ χρυσῷ καὶ
ἀργύρῳ καὶχαλκώμασι καὶ ἱματίοις καὶ γραμματίοις καὶ ἐσθήσεσι καὶ γενήμασι καὶ οἰκοπέδοις καὶ αὐλαῖς, καὶ μηδένα λόγον ἔχω πρὸς ὑμᾶς ὑπὲρ τοῦ μέρους μου ἀπὸ τῆς
τοῦ Πισραηλίου ὑποστάσεως καὶ κληρονομίας διὰ τὸ ἐμὲ δεδέχθαι καὶ πεπληρῶσθαι
παρὰ τοῦ αὐτοῦ ἀπὸ τῆς προγεγραμμένης αὐτοῦ περιουσίας ἤτοι ὑποστάσεως
ἐν ἀγροῖς καὶ κώμῃ κινητῆς τε καὶ ἀκινήτου καὶ αὐτοκινήτου, καὶ οὐκ ἐξέσται
μοι καιρῷ πώποτε ἐνκαλεῖν ὑμῖν ἢ ἐνκαλέσειν περὶ τῆς προειρημένης κληρονομίας
ἢ ἐν δικαστηρίοις ἢ ἐκτὸς δικαστηρίου, οὐκ ἐμοὶ οὐ κληρονόμοις μου οὐ διαδόχοις οὐ διακατόχοις οὐκ ἀδελφῶν οὐκ ἀδελφιδῶν οὐ συγγενῶν οὐκ ἀνεψιῶν οὐ κατὰ πατέρα
οὐ κατὰ μητέρα οὐκ ἄλλος τις ἐκ προσώπου μου οὐδὲ τοὺς ἀγχιστείαν μοι τῷ γένει
ἔχοντας περὶ τῆς προγεγραμμένης κληρονομίας ὑπὲρ τοῦ μέρους μου διὰ τὸ ἐμὲ
ἐφʼ ἅπασι καὶ φιλικῶς ἀπαλλαχθῆναι πρὸς ὑμᾶς καὶ ἐσβέσθαι πᾶν σπέρμα δίκης.
καὶ ὀμνὺς τὸν Θεὸν τὸν παντοκράτορα ἑτοίμως ἔχω καὶ οἱ μετʼ ἐμὲ στέρξαι καὶ ἐμμεῖναι
πᾶσιν τοῖς ἐγγεγραμμένοις ταύτῃ τῇ διαλύσει· τὸν δὲ παραβαίνειν τολμήσαντα
οὐδὲν μὲν ὀνήσειν ἐκ τοῦ ἐπιχειρήματος ἀλλὰ πρωτο-τύπως ἔνοχον ἔσεσθαι τῷ θείῳ
ὅρκῳ καὶ παρασχήσειν λόγῳ προστίμου χρυσοῦ οὐγκίας δύο, γίνονται χρυσοῦ οὐγκίαι β, καὶ μετὰ τὸ πρόστιμον ἐπάναγκες
ἐμμεῖναι πᾶσιν τοῖς ἐγγεγραμμένοις ταύτῃ τῇ διαλύσει, ἥτις κυρία οὖσα καὶ βεβαία ἁπανταχοῦ προφερομένη †
μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος, καὶ ἐπερωτηθεὶς ☧ ὡμολόγησα. † Δαυεῖδ Πισραηλίου ἐκ μητρὸς
Μαρίας ὁπροκείμενος ἐθέμην τὴν διάλυσιν καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται. †
[…]πος Γεωργίου σὺν † Θεῷ γραμματεὺς αἰτηθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος καὶ ἐσωμάτισα. ☧
[…]θειας Παπνουθίου ἐλάχιστος πρεσβύτερος τῆς ἁγίας ἐκκλησίας …[…]… μεγάλου μοναστηρίου τοῦ Λυκοπολίτου νομοῦ
[…]ην εὑρεθεὶς ἐν Μεμνονίοις μαρτυρῶ. † Κυρ[…]
[…]ιασνι Ἐζικεὴ μαρτυρῶ[…]
[…]…δρεου Σε[…]…[…]…[…]
[…]ραμαυθε […]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.