no image
DDbDP-text
Hauskauf via HGV-meta
Linked by Trismegistos ID
TM 38728.
Each record below describes this same artifact or text from a different angle.
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν μηνὶ Φαρμοῦθι[…]
ἐν κώμῃ Πάπα μεγάλῃ. Αὐρήλιος Ἰωσῆφ υἱὸς Φῖβ ὁρμώμενος ἀπὸ κώμης Πάπα μεγάλης τοῦ Ἡρακλεοπολίτου νομοῦ Αὐρηλίῳ Γεωργίῳ υἱῷ τοῦ μακαρίου …ιου ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ
διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἰδίᾳ μου πίστει καὶ βεβαιώσει δίχα τινὸς δόλου καὶ φόβου
καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ πάσης περιγραφῆς καὶ παραγραφῆς νόμου ἐκτὸς
ἑκουσίᾳ μου γνώμῃ καὶ αὐθαιρέτῳ βουλήσει καὶ ἀμεταβλήτῳ προαιρέσει πεπρακέναι σοι καὶ
παρακεχωρηκέναι σοι καὶ καταγεγραφηκέναι σοι τῷ αὐτῷ Γεωργίῳ πληρεστάτῳ δεσποτείας διουκ…[…]
ἀπὸ τοῦ νῦν καὶ ἐπὶ τὸν ἀεὶ ἑξῆς ἅπαντα χρόνον ἀπὸ τῶν διαφερόντων μοι καὶ περιελθόντων εἰς ἐμὲ
ἀπὸ δικαίας κληρονομίας τοῦ ἐμοῦ πατρὸς τοῦ προγεγραμμένου Φῖβ ἀκολούθως τοῖς καὶ εἰς ἐμ[…]
καταντήμασιν καὶ δικαιώμασιν καὶ ἀσφαλειώμασιν πᾶσι καὶ τῇ πολυχρονίᾳ νομῇ
τὴν διακειμένην ἐν τῇ αὐτῇ κώμῃ ἐν λαύρᾳ καλουμένῃ τῇ νοτίνῃ ὁλοκλήρον οἰκίαν μίαν τε καὶ
α[…]ε…με…[…]μετὰ εἰσόδου καὶ ἐξόδου καὶ ἀνόδου καὶ καθόδου καὶ ὁμοίως
καὶ ἀέρος […]……των ἀπὸ τῶν θεμελίων ἕως τοῦ ἀέρος καὶ τῆς ἔσωθεν
αὐτῆς αὐλῆς καὶ φρέατος, γίνεται ὁλόκληρος οἰκία α καὶ αὐλὴ α καὶ φρέαρ α,
γείτονες μὲν νότου καὶ ἀπηλιώτου δημοσία ῥύμη
βορρᾶ τευρομ… λιβὸς ψιλὸν τόπον Ἀνοῦπ προεν[…] ……ρωθη[…]..[…]……ι τὰς
τοποθεσίας αὐτῶν τιμῆς τῆς μεταξὺ ἀλλήλων συμπεφωνημένης καὶ συναρεσάσης καὶ συνδοξάσης
[…]αρασφ…… ἅπερ τῆς τιμῆς
χρυσοῦ νομισμάτια εἴκοσι δύο ἐντεῦθεν ἤδη ἀπέσχον ἐγὼ ὁ ἀποδόμενος Ἰωσῆφ παρὰ σοῦ
τοῦ ὠνουμένου Γεωργίου ἐκ πλήρους διὰ χειρὸς περὶ ἧς ἀριθμήσεως τῆς ὁλοκλήρου τιμῆς καὶ
[…]…ς πρὸς τὸ ἀπὸ τοῦ νῦν καὶ ἐπὶ τὸν ἀεὶ καὶ ἑξῆς ἅπαντα χρόνον κρατεῖν σε
καὶ κυριεύειν καὶ δεσπόζειν σὺν τέκνοις καὶἐγγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις
[…]…ων πωλεῖν
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.