no image
DDbDP-text
[r]
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστίνου πιστοῦ ἐν Χριστῷ ἡμέρου μεγίστου εὐεργέτου καὶ αὐτοκράτορος Αὐγούστου ἔτους τετάρτου καὶ μετὰ τὴν δευτέραν ὑπατείαν τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν
βασιλέως ἔτους τετρακοσιοστοῦ ἑξηκοστοῦ τετάρτου χρόνων ἰνδικτίωνος τρίτης μηνὸς Ἀπελλαίου δεκάτῃ ἐν κώμῃ Νεσσάνοις ὁρίου πόλεως Ἐλούσης. Φλάουιοι Ἀβραάμιος καὶ Αβου Ζοναινος ἀδελφοὶ υἱοὶ τοῦ μακαρίου
Σαδαλλου τοῦ Οὐάλεντος α……ει ἐμβαθμοὶ τοῦ ἐνθάδε κάστρου καὶ Θώαμος Αουιδου τοῦ Ἀμμωνίου καὶ αὐτοῦ στρατιώτης τοῦ αὐτοῦ κάστρου τῷ εὐδοκιμωτάτῳ
καὶ αἰδεσιμωτάτῳ Γεωργίῳ Στεφάνου λογογράφῳ τῆς εἰρημένης
Ἐλούσης πόλεως χαίρειν. καταξιώσῃ ἡ σὴ εὐδοκίμησις δεχομένη τοῦτο ἡμῶν τὸ ἐπίσταλμα ἡμᾶς μὲν τοῖς περὶ Ἀβραάμιον καὶ Αβου Ζοναινον κουφίσαι ἐκ τῆς ἡμῶν ὁμάδος ἤγουν τὸ πατρῷον
ἡμῶν πρόσωπον καβιαίας πέντε ἀπὸ τῆς παρούσης καὶ προγεγραμμένης τρίτης ἰνδικτίωνος καὶ αὐτῆς καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον δικαίῳ τοῦ παραχωρηθέντος παρʼ ἡμῶν χωρίου
σπορίμου μετὰ παντὸς αὐτοῦ δικαίου τῷ προειρημένῳ καθωσιωμένῳ συνεπιστείλαντι ἡμῖν Φλαουίῳ Θωάμῳ διακειμένου ἐκ νότου τῆσδε τῆς κώμης καὶ περὶ αὐτῆν ἐν τόπῳ καλουμένῳ Αλαγραδ
ἐνγυτέρῳ οὗ γείτονες ἀνατολῶν καὶ βορρᾶ Αβλος Δαρεβου δυσμῶν Ζήνωνος Περσανου καθωσιωμένου ἡμῶν ἐκ θείου νότου χέρση ἢ καὶ εἴ τινες ἕτεροι γείτονες εἰσίν, ἐμὲ τὸν Θώαμον βαρῆσαι ἤγουν
προσγράψαι τῇ ἐμῇ ὁμάδι τὰς εἰρημένας καβιαίας πέντε ἀπὸ τῆς αὐτῆς τρίτης ἰνδικτίωνος καὶ αὐτῆς καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον λόγῳ τοῦ παραχωρηθέντος μοι χωρίου
σπορίμου μετὰ παντὸς αὐτοῦ δικαίου ἐν τόπῳ καλουμένῳ Αλαγραδ ἐνγυτέρῳ παρὰ τῶν προειρημένων καθωσιωμένων Ἀβρααμίου καὶ Αβου Ζοναινου ἀκολούθως τῇ ἐκτεθείσῃ μοὶ παρʼ αὐτῶν
ἐνγράφῳ παραχωρήσει, ἐν μηδένι καταβλαπτομένου ἢ κλινομένου τοῦ δημοσίου λόγου· εἰ γὰρ ἀπορηθείη, ὅπερ μὴ γένοιτο, πρόσωπον, τὸν πρωτότυπον
[…]τον δημοσ[…]δο[…]… καὶ πρὸς ἀσφάλειαν καὶ εἴδησιν ὑμετέραν καὶ τοῦ δημοσίου λόγου τοῦτο τὸ ἐπίσταλμα πεποιήμεθα πρὸς σὲ ὅπερ ὑπογραφὲν ἔστω κύριον καὶ βέβαιον
[…]…[…]ενοκοσ[…]επι τουτο σοις τρ… † Φλάουοι Ἀβραάμιος Σαδαλλου καὶ Αβου Ζονινος ἀδελφὸς ἐπεστείλαμεν κουφιζόμενος τὰς εἰρημένας πέντε καβιε
[…]εγ[…]…[…]ου καὶ τοῦ ἐμοῦ ἀδελφοῦ …[…] ἐπὶ ἐμοῦ Φλαουίου Οὐάλεντος Ωλεσου ἐπέτρεψεν Αβου Ζονειννος ἀδελφός
[…]κ…ξ… του ἀδελφῶι Ἀβραμίου τοπ…[…]ερας
[… ? lines lost …]
[v]
[… 4 lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.